Histories
Herodotus
Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
ἔλεγε δὲ ταῦτα ἐξ ἐπιστολῆς τῆς Δημαρήτου. Κλεομένης δὲ ἀπελαυνόμενος ἐκ τῆς Αἰγίνης εἴρετο τὸν Κριὸν ὅ τι οἱ εἴη τὸ οὔνομα· ὁ δέ οἱ τὸ ἐὸν ἔφρασε. ὁ δὲ Κλεομένης πρὸς αὐτὸν ἔφη ἤδη νῦν καταχαλκοῦ ὦ κριὲ τὰ κέρεα, ὡς συνοισόμενος μεγάλῳ κακῷ.
ἐν δὲ τῇ Σπάρτῃ τοῦτον τὸν χρόνον ὑπομένων Δημάρητος ὁ Ἀρίστωνος διέβαλλε τὸν Κλεομένεα, ἐὼν βασιλεὺς καὶ οὗτος Σπαρτιητέων, οἰκίης δὲ τῆς ὑποδεεστέρης, κατʼ ἄλλο μὲν οὐδὲν ὑποδεεστέρης· ἀπὸ γὰρ τοῦ αὐτοῦ γεγόνασι· κατὰ πρεσβυγενείην δε κως τετίμηται μᾶλλον ἡ Εὐρυσθένεος.