Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
δύο μὲν οὖν ἢ τριῶν ἡμερῶν σκηνοποιησάμενος ὁ Μαξιμῖνος, τάφρου τῷ στρατῷ περιβληθείσης μή τινες ἐπέλθοιεν, ἔμεινεν ἐπὶ τῇ καθ̓ αὑτὸν ὄχθῃ, σκεψόμενος ὅπως τὸν ποταμὸν γεφυρώσῃ. ἐπεὶ δὲ ξύλων ἦν ἀπορία καὶ νεῶν, ἃς ἔδει ζευχθείσας γεφυρῶσαι τὸ ῥεῖθρον, ὑπέβαλόν τινες τῶν τεχνιτῶν πολλὰ εἶναι κενὰ οἰνοφόρα σκεύη περιφεροῦς ξύλου ἐν τοῖς ἐρήμοις ἀγροῖς, οἷς ἐχρῶντο μὲν πρότερον οἱ κατοικοῦντες ἐς ὑπηρεσίαν ἑαυτῶν, ὡς παραπέμπειν τὸν οἶνον ἀσφαλῶς τοῖς δεομένοις: ἅπερ ὄντα κοῖλα δίκην νεῶν, ἀλλήλοις συνδεθέντα ἐπινήξεσθαι μὲν ἔμελλεν ὥσπερ σκάφη, μὴ παρενεχθήσεσθαι δὲ διά τε τοῦ δεσμοῦ τὸ ἐπάλληλον, φρυγάνων τε ἄνωθεν ἐπιβληθέντων, χοῦ τε τῆς γῆς μετρίως ἐς αὐτὰ σωρευθέντος
χειρὶ πολλῇ καὶ σπουδῇ. ἐφεστῶτος οὖν αὐτοῦ διαβὰς ὁ στρατὸς ἐπὶ τὴν πόλιν ἐχώρει. καὶ τὰ μὲν οἰκοδομήματα τῶν προαστείων ἔρημα εὕρισκον, ἀμπέλους μέντοι καὶ δένδρα πάντα ἐξέκοπτον, ἃ δὲ ἐνεπίμπρασαν, καὶ τὴν πρότερον τοῖς χωρίοις ὑπάρχουσαν ὥραν κατῄσχυνον. δένδρων γὰρ στοίχοις ἴσοις ἀμπέλων τε πρὸς ἀλλήλας δέσει πανταχόθεν ἠρτημένων ἐν ἑορτῆς σχήματι, στεφάνῳ ἄν τις τὴν χώραν κεκοσμῆσθαι ἐτεκμήρατο: ἅπερ πάντα ῥιζόθεν
ἐκκόψας ὁ στρατὸς ἐπὶ τὰ τείχη ἠπείγετο. κεκμηκότι
πολιορκίας. πολλῶν δὲ καὶ σχεδὸν ἑκάστης ἡμέρας γινομένων προσβολῶν, καὶ παντὸς τοῦ στρατοῦ ὥσπερ σαγηνεύσαντος τὴν πόλιν, μετὰ πολλῆς βίας καὶ προθύμου μάχης τειχομαχοῦντες ἀντεῖχον οἱ Ἀκυλήσιοι, νεὼς μὲν καὶ οἰκίας ἀποκλείσαντες, πανδημεὶ δὲ ἅμα παισὶ καὶ γυναιξὶν ἄνωθεν ἐξ ἐπάλξεών τε καὶ πύργων ἀπομαχόμενοι: οὐδέ τις οὕτως ἦν ἄχρηστος ἡλικία
ὡς μὴ μετέχειν τῆς ὑπὲρ τῆς πατρίδος μάχης. τὰ μὲν γὰρ προάστεια, καὶ εἴ τι τῶν πυλῶν ἔξωθεν ἦν, ὑπὸ τοῦ Μαξιμίνου στρατοῦ κατέστραπτο, τῇ τε ξυλείᾳ τῶν οἰκοδομημάτων ἐς τὰς μηχανὰς κατεκέχρηντο. ἐβιάζοντο δὲ τοῦ τείχους κἂν μέρος τι καθελεῖν, ἵν̓ ἐπεισελθὼν ὁ στρατὸς πάντα τε διαρπάσῃ καὶ κατασκάψας τὴν πόλιν μηλόβοτον καὶ ἔρημον τὴν χώραν καταλείπῃ: οὐδὲ γὰρ ἄλλως αὐτῷ τὴν ἐπὶ Ῥώμην ὁδὸν εὐπρεπῆ καὶ ἔνδοξον ἔσεσθαι, μὴ τῆς πρώτης ἐν Ἰταλίᾳ πόλεως ἀντιστάσης καθαιρεθείσης.
ὑποσχέσεσί τε οὖν δωρεῶν καὶ δεήσεσιν αὐτός τε καὶ ὁ υἱὸς αὐτοῦ, ὃν πεποιήκει Καίσαρα, περιθέοντες ἵπποις ἐποχούμενοι, τὸν στρατὸν ἀνέπειθον λιπαροῦντες ἐς προθυμίαν τε ἐγείροντες. οἱ δὲ Ἀκυλήσιοι λίθοις τε ἔβαλλον ἄνωθεν, καὶ κιρνῶντες θείῳ τε καὶ ἀσφάλτῳ πίτταν ἔλαιόν τε, κοίλοις σκεύεσιν ἐμβαλόντες λαβὰς ἐπιμήκεις ἔχουσι καὶ πυρώσαντες, ἅμα τῷ προσπελάζειν τοῖς τείχεσι τὸν στρατὸν κατεσκεδάννυσαν,