Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

καταχέοντες ὄμβρου δίκην ὁμοθυμαδόν. φερομένη δὲ ἡ πίσσα σὺν οἷς προείρηται, δυομένη τε διὰ τῶν γεγυμνωμένων μερῶν τοῦ σώματος, ἐς πᾶν ἐχεῖτο, ὥστε τοὺς θώρακας αὐτοὺς πεπυρωμένους ἀπορρίπτειν καὶ τὰ λοιπὰ ὅπλα, ὧν ὁ σίδηρος ἐθερμαίνετο, τά τε ἐκ βυρσῶν τε καὶ ξύλων ἐφλέγετο καὶ συνείλκετο. ἦν γοῦν ἰδεῖν γεγυμνωμένους τοὺς στρατιώτας αὐτοὺς ὑφ̓ ἑαυτῶν, καὶ σκύλων ὄψιν ὅπλα παρεῖχεν ἐρριμμένα, σοφίᾳ τέχνης ἀλλ̓ οὐκ ἀνδρείᾳ μάχης περιῃρημένα. ἔκ τε τοῦ τοιούτου πάμπλειστον πλῆθος τοῦ στρατοῦ τάς τε ὄψεις ἐπηροῦτο καὶ τὸ πρόσωπον ἠκρωτηριάζετο, τὰς χεῖρας καὶ εἴ τι γυμνὸν ἦν τοῦ σώματος. ἀλλὰ μὴν καὶ ταῖς μηχαναῖς προσαγομέναις δᾷδας ἐπέβαλλον ὁμοίως πίσσῃ καὶ ῥητίνῃ δεδευμένας ἐπί τε τῷ ἄκρῳ βελῶν ἀκίδας ἐχούσας: αἳ ἀναφθεῖσαι φερόμεναι, ἐμπαγεῖσαι ταῖς μηχαναῖς καὶ προσπεφυκυῖαι ῥᾳδίως αὐτὰς κατέφλεγον.

τῶν μὲν οὖν πρώτων ἡμερῶν ἀντίπαλός πως καὶ ἰσόρροπος ἔμενεν ἡ τύχη τῆς μάχης: χρόνου δὲ ἐγγινομένου ὅ τε στρατὸς τοῦ Μαξιμίνου ὀκνηρὸς ἐγίνετο, καὶ πταίων τῆς ἐλπίδος ἀθύμως διέκειτο: οὓς γὰρ ἠλπίκεσαν μηδεμίαν ὑπομενεῖν προσβολήν, τούτους εὕρισκον οὐκ ἀντέχοντας μόνον ἀλλὰ καὶ ἀνθεστῶτας.

οἱ δὲ Ἀκυλήσιοι ἐπερρώννυντό τε καὶ πάσης ἐνεπίμπλαντο προθυμίας, τῇ τε συνεχείᾳ τῆς μάχης πεῖραν καὶ θάρσος ὁμοῦ προσλαμβάνοντες κατεφρόνουν τῶν στρατιωτῶν, ὡς καὶ ἀποσκώπτειν ἐς αὐτούς, ἐνυβρίζειν τε τῷ Μαξιμίνῳ περινοστοῦντι, ἔς τε αὐτὸν καὶ τὸν παῖδα ἀπορρίπτειν δυσφήμους καὶ αἰσχρὰς βλασφημίας, ἐφ̓ αἷς ἐκεῖνος κινούμενος

ὀργῆς μᾶλλον ἐνεπίμπλατο. χρῆσθαι δὲ κατὰ τῶν πολεμίων οὐ δυνάμενος, ἐκόλαζε τοὺς πλείστους τῶν

p.197
ἡγουμένων τῶν ἰδίων στρατιωτῶν ὡς ἀνάνδρως καὶ ῥᾳθύμως προσφερομένους τῇ τειχομαχίᾳ. ὅθεν αὐτῷ περιεγένετο πρὸς μὲν τῶν οἰκείων μῖσός τε καὶ ὀργή, παρὰ δὲ τῶν ἀντιπάλων πλείων ἡ καταφρόνησις. συνέβαινε δὲ τοῖς Ἀκυλησίοις πάντα ὑπάρχειν ἔκπλεα καὶ ἐπιτηδείων ἀφθονίαν, ἐκ πολλῆς παρασκευῆς ἐς τὴν πόλιν πάντων σεσωρευμένων ὅσα ἦν ἀνθρώποις καὶ κτήνεσιν ἐς τροφὰς καὶ ποτὰ ἐπιτήδεια: ὁ δὲ στρατὸς πάντων ἦν ἐν σπάνει, τῶν τε καρποφόρων δένδρων ἐκκεκομμένων καὶ τῆς γῆς ὑπ̓

αὐτοῦ δεδῃωμένης. μένοντες δὲ ὑπὸ σκηναῖς αὐτοσχεδίοις, οἱ δὲ πλεῖστοι ὑπὸ γυμνῷ τῷ ἀέρι, ὄμβρων τε καὶ ἡλίου ἠνείχοντο, λιμῷ τε διεφθείροντο, μηδὲ ἐπεισάκτου τροφῆς αὐτοῖς τε καὶ ὑποζυγίοις εἰσκομιζομένης. πανταχόθεν γὰρ τὰς τῆς Ἰταλίας ὁδοὺς παραφράξαντες ἦσαν οἱ Ῥωμαῖοι τειχίων τε ἐγέρσεσι καὶ

πυλίδων ἀσκήσεσιν. ἄνδρας τε ὑπατευκότας ἐξέπεμψεν ἡ σύγκλητος σὺν ἐπιλέκτοις καὶ λογάσιν ἀπ̓ Ἰταλίας πάσης ἀνδράσιν, ἵν̓ αἰγιαλοί τε πάντες καὶ λιμένες φρουρῶνται καὶ μηδενὶ ἔκπλους συγχωρῆται, ὡς ἄπυστα καὶ ἄγνωστα εἶναι Μαξιμίνῳ τὰ ἐν Ῥώμῃ πραττόμενα: αἵ τε λεωφόροι ὁδοὶ καὶ ἀτραποὶ πᾶσαι ἐφυλάττοντο ὡς μηδένα διαβαίνειν. συνέβαινε δὲ τὸν στρατὸν δοκοῦντα πολιορκεῖν αὐτὸν πολιορκεῖσθαι, ἐπεὶ μήτε τὴν Ἀκυληίαν ἑλεῖν ἐδύνατο, μήτε ἀποστὰς ἐκεῖθεν ἐπὶ τὴν Ῥώμην χωρῆσαι διά τε νεῶν καὶ ὀχημάτων ἀπορίαν: ἅπαντα γὰρ προκατείληπτο καὶ συνεκέκλειστο.

φῆμαι δὲ μείζους ἐξ ὑποψίας ἀληθείας διεδίδοντο, ὅτι πᾶς ὁ δῆμος ὁ Ῥωμαίων ἐν ὅπλοις εἴη, Ἰταλία τε πᾶσα συμπεπνεύκοι, πάντα τε ἔθνη Ἰλλυρικὰ καὶ βάρβαρα τά τε ὑπ̓ ἀνατολαῖς καὶ μεσημβρίαις στρατὸν ἀγείροι, μιᾷ τε γνώμῃ καὶ ψυχῇ ὁμοίως

p.198
Μαξιμῖνος μεμίσηται. ὅθεν ἐν ἀπογνώσει ἦσαν καὶ πάντων σπάνει οἱ στρατιῶται, σχεδὸν καὶ ὕδατος αὐτοῦ.

ὃ γὰρ ἦν μόνον ἐκ τοῦ παραρρέοντος ποταμοῦ ποτόν, αἵματι καὶ φόνοις μεμιασμένον ἐπίνετο: οἵ τε γὰρ Ἀκυλήσιοι τοὺς ἐν τῇ πόλει τελευτῶντας οὐκ ἔχοντες ὅπως θάψωσιν, ἐς τὸν ποταμὸν ἀπερρίπτουν, οἵ τε ἐν τῷ στρατῷ φονευόμενοι ἢ διαφθειρόμενοι νόσῳ ἐδίδοντο τῷ ῥεύματι, οὐκ ἐχόντων αὐτῶν τὰ πρὸς ταφὰς ἐπιτήδεια.

παντοδαπῆς οὖν ἀπορίας καὶ δυσθυμίας τὸν στρατὸν κατεχούσης, αἰφνιδίως ἀναπαυομένου τοῦ Μαξιμίνου ἐν τῇ σκηνῇ, καὶ τῆς ἡμέρας ἐκείνης ἐν ἀνέσει τοῦ πολέμου οὔσης, τῶν τε πλείστων ἐς τὰς σκηνὰς καὶ τὰ ἐγκεχειρισμένα τῆς φρουρᾶς χωρία ἀνακεχωρηκότων, ἔδοξε τοῖς στρατιώταις οἳ πρὸς τῇ Ῥωμαίων πόλει στρατόπεδον εἶχον ὑπὸ τὸ καλούμενον ὄρος Ἀλβανόν, ἔνθα παῖδας καὶ γυναῖκας καταλελοίπεσαν, φονεῦσαι τὸν Μαξιμῖνον, ὡς παύσαιντο μὲν χρονίου καὶ ἀπεράντου πολιορκίας, μηκέτι δὲ πορθοῖεν Ἰταλίαν ὑπὲρ τυράννου κατεγνωσμένου καὶ