Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

καρπὸς αὐτοῖς περιγίνεται. τοιαῦτά τινα λέγων ὁ Κρισπῖνος καὶ πρὸς ἑκάστους καὶ κοινῇ, φύσει μὲν

p.193
καὶ ἄλλως αἰδέσιμος ὤν, ἔν τε τῇ Ῥωμαίων φωνῇ εὐπρόσφορος ἐν λόγοις, ἐπιεικῶς τε αὐτῶν προεστώς, ἔπεισε μένειν ἐν τοῖς προκειμένοις, τούς τε πρέσβεις ἀπράκτους ἀπιέναι ἐκέλευσεν. ἐλέγετο δὲ τῇ ἐνστάσει τοῦ πολέμου ἐμμεμενηκέναι πολλῶν ἔνδον ὄντων περὶ θυτικήν τε καὶ ἡπατοσκοπίαν ἐμπείρων, τά τε ἱερὰ αἴσια ἀπαγγελλόντων: μάλιστα γὰρ τῇ σκέψει

ταύτῃ πιστεύουσιν Ἰταλιῶται. καὶ χρησμοὶ δέ τινες ἐδίδοντο ὡς δὴ τοῦ ἐπιχωρίου θεοῦ νίκην ὑπισχνουμένου: Βέλιν δὲ καλοῦσι τοῦτον, σέβουσί τε ὑπερφυῶς, Ἀπόλλωνα εἶναι ἐθέλοντες. οὗ καὶ τὴν εἰκόνα ἔλεγόν τινες τῶν Μαξιμίνου στρατιωτῶν φανῆναι

πολλάκις ἐν ἀέρι ὑπὲρ τῆς πόλεως μαχομένην. ὅπερ εἴτε ἀληθῶς ἐφαντάσθη τισίν, ἢ καὶ βουλομένοις μὴ ἀσχημονεῖν τοσοῦτον στρατὸν πρὸς ὄχλον δημοτῶν πολὺ ἐλάττονα μὴ ἀντισχόντα, δοκεῖν δὲ ὑπὸ θεῶν ἀλλὰ μὴ ὑπὸ ἀνθρώπων νενικῆσθαι, εἰπεῖν οὐχ ἔχω: τὸ δὲ παράδοξον τῆς ἀποβάσεως ποιεῖ πάντα πιστεῦσαι.

πλὴν τῶν πρέσβεων ἀπράκτων πρὸς Μαξιμῖνον ἐπανελθόντων, ὀργῇ καὶ θυμῷ χρώμενος πλείονι μᾶλλον ἠπείγετο. ἐπεὶ δὲ ἐγένετο πρός τινι ποταμῷ μεγίστῳ, ἀπέχοντι τῆς πόλεως σημεῖα ἑκκαίδεκα, τὸ ῥεῖθρον εὗρε διά τε μεγίστου βάθους καὶ πλάτους

φερόμενον: τῶν γὰρ ὑπερκειμένων ὀρῶν τὰς δἰ ὅλου τοῦ χειμῶνος παγείσας χιόνας λύουσα ἡ τοῦ ἔτους ὥρα παμμεγέθη τὸν χειμάρρουν εἰργάζετο. ἄπορος οὖν ἦν ἡ διάβασις τῷ στρατῷ: τὴν γὰρ γέφυραν, ἔργον μέγα καὶ κάλλιστον ὑπὸ τῶν πάλαι βασιλέων γεγενημένον ἐκ τετραπέδων λίθων, πυλίσι κατ̓ ὀλίγον αὐξανομέναις ὑπειλημμένον, διῃρήκεσαν καὶ καταλελύκεσαν οἱ Ἀκυλήσιοι. οὔτε οὖν γεφύρας οὔσης

p.194
οὔτε νεῶν ὁ στρατὸς ἐν ἀφασίᾳ καθειστήκει.

Γερμανοὶ δέ τινες οὐκ εἰδότες τῶν Ἰταλιωτῶν ποταμῶν τὰ σφοδρὰ καὶ καταρρηγνύμενα ῥεύματα, οἰόμενοι δὲ σχολαίτερα ἐπινήχεσθαι τοῖς πεδίοις ὥσπερ παῤ αὐτοῖς ʽδιὸ καὶ πήγνυται ῥᾳδίως, μὴ σφοδρῶς κινουμένου τοῦ ῥεύματοσ̓, ἐπεισπηδήσαντες ἅμα τοῖς ἵπποις διανήχεσθαι εἰθισμένοις, παρενεχθέντες ἀπώλοντο.

δύο μὲν οὖν ἢ τριῶν ἡμερῶν σκηνοποιησάμενος ὁ Μαξιμῖνος, τάφρου τῷ στρατῷ περιβληθείσης μή τινες ἐπέλθοιεν, ἔμεινεν ἐπὶ τῇ καθ̓ αὑτὸν ὄχθῃ, σκεψόμενος ὅπως τὸν ποταμὸν γεφυρώσῃ. ἐπεὶ δὲ ξύλων ἦν ἀπορία καὶ νεῶν, ἃς ἔδει ζευχθείσας γεφυρῶσαι τὸ ῥεῖθρον, ὑπέβαλόν τινες τῶν τεχνιτῶν πολλὰ εἶναι κενὰ οἰνοφόρα σκεύη περιφεροῦς ξύλου ἐν τοῖς ἐρήμοις ἀγροῖς, οἷς ἐχρῶντο μὲν πρότερον οἱ κατοικοῦντες ἐς ὑπηρεσίαν ἑαυτῶν, ὡς παραπέμπειν τὸν οἶνον ἀσφαλῶς τοῖς δεομένοις: ἅπερ ὄντα κοῖλα δίκην νεῶν, ἀλλήλοις συνδεθέντα ἐπινήξεσθαι μὲν ἔμελλεν ὥσπερ σκάφη, μὴ παρενεχθήσεσθαι δὲ διά τε τοῦ δεσμοῦ τὸ ἐπάλληλον, φρυγάνων τε ἄνωθεν ἐπιβληθέντων, χοῦ τε τῆς γῆς μετρίως ἐς αὐτὰ σωρευθέντος

χειρὶ πολλῇ καὶ σπουδῇ. ἐφεστῶτος οὖν αὐτοῦ διαβὰς ὁ στρατὸς ἐπὶ τὴν πόλιν ἐχώρει. καὶ τὰ μὲν οἰκοδομήματα τῶν προαστείων ἔρημα εὕρισκον, ἀμπέλους μέντοι καὶ δένδρα πάντα ἐξέκοπτον, ἃ δὲ ἐνεπίμπρασαν, καὶ τὴν πρότερον τοῖς χωρίοις ὑπάρχουσαν ὥραν κατῄσχυνον. δένδρων γὰρ στοίχοις ἴσοις ἀμπέλων τε πρὸς ἀλλήλας δέσει πανταχόθεν ἠρτημένων ἐν ἑορτῆς σχήματι, στεφάνῳ ἄν τις τὴν χώραν κεκοσμῆσθαι ἐτεκμήρατο: ἅπερ πάντα ῥιζόθεν

ἐκκόψας ὁ στρατὸς ἐπὶ τὰ τείχη ἠπείγετο. κεκμηκότι

p.195
δὲ αὐτῷ προσβαλεῖν εὐθέως οὐκ ἔδοξε: μείναντες δὲ ἔξω τοξεύματος καὶ διαιρεθέντες κατὰ λόχους καὶ φάλαγγας περὶ πᾶν τὸ τεῖχος, ὡς ἑκάστοις κατὰ μέρος προστέτακτο, μιᾶς ἡμέρας ἀναπαυσάμενοι, τοῦ λοιποῦ εἴχοντο τῆς πολιορκίας. μηχανάς τε οὖν παντοίας προσέφερον, καὶ τειχομαχοῦντες παντὶ σθένει οὐδὲν παρέλειπον εἶδος