Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ἔχει. εἰ δὲ καὶ τὰ τῆς συγκλήτου τις ὑμῖν διήγγειλε, μὴ θαυμάζετε εἰ τὸ μὲν ἡμέτερον σῶφρον τραχὺ αὐτοῖς δοκεῖ, τὸ δ̓ ὁμότροπον ἐν ἀκολάστῳ βίῳ ἐκείνου προτιμᾶται, καὶ τὰ μὲν ἀνδρεῖα καὶ σεμνὰ τῶν ἔργων φοβερὰ προσαγορεύουσι, τὰ δ̓ ἀνειμένα καὶ ἐκβεβακχευμένα ὡς ἥμερα δἰ ἡδονῆς ἔχουσι: διόπερ πρὸς τὴν ἐμὴν ἀρχὴν οὖσαν ἐπιστρεφῆ καὶ κόσμιον ἀλλοτρίως διάκεινται, ἥσθησαν δὲ τῷ Γορδιανοῦ ὀνόματι,

οὗ τὸν διαβεβλημένον βίον οὐκ ἀγνοεῖτε. πρὸς τούτους καὶ τοὺς τοιούτους ἡμῖν ὁ πόλεμος, εἴ τις οὕτως αὐτὸν καλεῖν βούλοιτο. ἐγὼ μὲν γὰρ ἡγοῦμαι ὡς οἱ πλεῖστοι καὶ σχεδὸν πάντες, εἰ μόνον Ἰταλίας ἐπιβαίημεν, ἱκετηρίους θαλλοὺς καὶ τέκνα προτείναντες ὑποστρώσουσιν αὑτοὺς τοῖς ἡμετέροις ποσίν, οἱ δὲ λοιποὶ διὰ δειλίαν καὶ φαυλότητα φεύξονται, ὡς ὑπάρξαι ἐμοί τε ὑμῖν καὶ τὰ ἐκείνων πάντα δοῦναι, ὑμῖν τε ἀδεῶς λαβοῦσι καρποῦσθαι.

τοιαῦτά τινα εἰπών, βλάσφημά τε πολλὰ ἐς τὴν

p.179
Ῥώμην καὶ τὴν σύγκλητον δἰ ὧν παρεφθέγγετο ἀπορρίψας, ταῖς τε διὰ χειρὸς ἀπειλαῖς καὶ τραχέσι προσώπου νεύμασιν ὡς πρὸς παρόντας ὀργισθείς, ἐπαγγέλλει τὴν ἐπ̓ Ἰταλίαν ἔξοδον. διανείμας τε αὐτοῖς πάμπλειστα χρήματα, μιᾶς ἡμέρας διαλιπών, τῆς ὁδοῦ εἴχετο, πολύ τι πλῆθος ἐπαγόμενος στρατοῦ, τήν τε

ὑπὸ Ῥωμαίοις δύναμιν. εἵπετο δὲ αὐτῷ καὶ Γερμανῶν οὐκ εὐκαταφρόνητος ἀριθμός, οὓς τοῖς ὅπλοις κεχείρωτο ἢ πείσας ἐς φιλίαν καὶ συμμαχίαν ἐπῆκτο, μηχαναί τε καὶ πολεμικὰ ὄργανα, καὶ ὅσα πρὸς τοὺς βαρβάρους ἰὼν ἐπεφέρετο. αὐτὸς μὲν σχολαιτέραν τὴν ὁδοιπορίαν ἐποιεῖτο διὰ τὴν τῶν ὀχημάτων καὶ

ἐπιτηδείων πανταχόθεν συγκομιδήν: αἰφνιδίου γὰρ γενομένης τῆς ἐπ̓ Ἰταλίαν ὁδοῦ, οὐκ ἐκ προνοίας, ὥσπερ εἰώθει, ἀλλ̓ ἐξ αὐτοσχεδίου καὶ ἐπειγούσης ὑπηρεσίας τὰ χρειώδη τῷ στρατῷ ἠθροίζετο. ἔδοξεν οὖν αὐτῷ προπέμψαι τὰς τῶν Παιόνων φάλαγγας: ἐκείνοις γὰρ μάλιστα ἐπίστευεν, οἵπερ αὐτὸν καὶ πρῶτοι ἀνεῖπον βασιλέα ἐθελονταί τε ὑπὲρ αὐτοῦ κινδυνεύειν ὑπισχνοῦντο. ἐκέλευσεν οὖν αὐτοῖς φθάσαι τὴν λοιπὴν δύναμιν καὶ τὰ ἐν Ἰταλίᾳ χωρία προκαταλαβεῖν.

καὶ οἱ μὲν περὶ τὸν Μαξιμῖνον ὡδοιπόρουν, ἐν δὲ τῇ Καρχηδόνι οὐχ ὡς ἠλπίκεσαν τὰ πράγματα ἐχώρει. Καπελλιανὸς γὰρ ἦν τις ὄνομα, τῶν ἀπὸ συγκλήτου, ἡγεῖτο δὲ Μαυρουσίων τῶν ὑπὸ Ῥωμαίοις, Νομάδων δὲ καλουμένων. τὸ δὲ ἔθνος στρατοπέδοις πέφρακτο διὰ τὸ περικείμενον πλῆθος Μαυρουσίων τῶν βαρβάρων, ὡς ἂν ἐπέχοι αὐτῶν τὰς ἐξ ἐπιδρομῆς