Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ὄντα καὶ καθωσιωμένον τῷ Μαξιμίνῳ. ὑποπτεύων οὖν μὴ τοῖς πραττομένοις γενναίως ἀντιστῇ καὶ τῷ ἐκείνου φόβῳ μηδεὶς αὐτῷ συνάρηται, πέμπει τὸν ταμίαν τοῦ ἔθνους, νεανίσκον φύσει εὔτολμον καὶ τὸ σῶμα οὐκ ἀγεννῆ καὶ τὴν ἡλικίαν ἀκμάζοντα, πρόθυμόν τε ἐς τὸν ὑπὲρ ἑαυτοῦ κίνδυνον, παραδοὺς αὐτῷ ἑκατοντάρχας καὶ στρατιώτας τινάς, οἷς ἔδωκε κατασεσημασμένα γράμματα ἐν πτυκτοῖς πίναξι, δἰ ὧν τὰ ἀπόρρητα καὶ κρυπτὰ ἀγγέλματα τοῖς βασιλεῦσιν

ἐπιστέλλεται. κελεύει δὲ αὐτοῖς πρὸ τῆς ἕω ἐς τὴν Ῥώμην κατελθοῦσιν ἐπιστῆναι ἔτι δικάζοντι καὶ ἀνακεχωρηκότι τῷ ʽ??ʼιταλιανῷ ἐν τῷ τοῦ δικαστηρίου οἰκίσκῳ, ἔνθα μόνος τὰ ἀπόρρητα καὶ κρυπτὰ δοκοῦντα ὑπὲρ σωτηρίας τοῦ βασιλέως ἠρεύνα τε καὶ ἐξήταζε, δηλῶσαί τε ὅτι φέρουσι γράμματα πρὸς Μαξιμῖνον ἀπόρρητα, ἐπὶ τοῦτό τε παῤ αὐτοῦ πεμφθῆναι ὑπὲρ

ἀσφαλείας τοῦ βασιλέως: προσποιήσασθαι δὲ βούλεσθαι καὶ διαλεχθῆναι αὐτῷ ἰδιαίτερον ἀπαγγεῖλαί τε τὰ ἐντεταλμένα: διασχολουμένῳ δὲ ἐκείνῳ περὶ τὴν τῶν σφραγίδων ἐπίγνωσιν προσποιουμένους ὡς δὴ

p.175
ἐροῦντάς τι, οἷς εἶχον ὑποκολπιδίοις ξίφεσι φονεῦσαι. ἅπερ πάντα προυχώρησεν ὡς ἐκέλευσεν. ἔτι γὰρ νυκτὸς οὔσης, ὥσπερ ἐκεῖνος εἰώθει πρὸ ἡμέρας προϊέναι, ἐπέστησαν αὐτῷ ἰδιάζοντι, μηδὲ πολλοῦ

πλήθους παρόντος: οἳ μὲν γὰρ οὐδὲ προεληλύθεσαν, οἳ δὲ προσαγορεύσαντες πρὸ ἡμέρας ἀνακεχωρήκεσαν. ἡσυχίας τε οὖν οὔσης ὀλίγων τε πρὸ τοῦ οἰκίσκου, δηλώσαντες αὐτῷ τὰ προειρημένα ῥᾳδίως εἰσεδέχθησαν: ἐπιδόντες δὲ τὰ γράμματα, ἐκείνου ταῖς σφραγῖσι τὰς ὄψεις ἐπιβάλλοντος προβαλόντες τὰ ξιφίδια καὶ παίσαντες φονεύουσιν, ἔχοντές τε αὐτὰ πρόκωπα

προπηδῶσιν. οἱ δὲ παρόντες ἐκπλαγέντες ἀνεχώρησαν, οἰόμενοι Μαξιμίνου τὴν κέλευσιν εἶναι: καὶ γὰρ ἐποίει τοῦτο πολλάκις καὶ περὶ τοὺς δοκοῦντας εἶναι φιλτάτους. κατελθόντες δὲ διὰ μέσης τῆς ἱερᾶς ὁδοῦ προτιθέασι τὰ πρὸς τὸν δῆμον τοῦ Γορδιανοῦ γράμματα, τοῖς τε ὑπάτοις καὶ τοῖς λοιποῖς τὰ ἐπεσταλμένα διδόασι: διασκεδάννυταί τε ὑπ̓ αὐτῶν φήμη ὡς ἄρα

καὶ Μαξιμῖνος εἴη ἀνῃρημένος. ὡς δὲ διεφοίτησε ταῦτα, εὐθέως πᾶς ὁ δῆμος ὥσπερ ἐνθουσιῶν διέθει πανταχοῦ: καὶ πάντες μὲν γὰρ ὄχλοι κοῦφοι πρὸς τὰ καινοτομούμενα, ὁ δὲ Ῥωμαίων δῆμος ἐν πλήθει μεγίστῳ καὶ ποικίλῳ συγκλύδων τε ἀνθρώπων πολὺ

καὶ ῥᾴδιον ἔχει τὸ τῆς γνώμης εὐκίνητον. ἀνδριάντες οὖν καὶ εἰκόνες τιμαί τε πᾶσαι τοῦ Μαξιμίνου κατεσπῶντο, καὶ τὸ κρυπτὸν πρότερον διὰ φόβον μῖσος ἀδεὲς καὶ αὐτεξούσιον γενόμενον ἀκωλύτως ἐξεχεῖτο. ἥ τε σύγκλητος συνελθοῦσα πρὶν τὸ ἀκριβὲς εἰδέναι περὶ τοῦ Μαξιμίνου, ἐκ τῆς παρούσης τύχης τὰ μέλλοντα πιστεύσαντες τὸν Γορδιανὸν ἅμα τῷ υἱῷ σεβαστοὺς ἀναγορεύουσι, τὰς δὲ τοῦ Μαξιμίνου τιμὰς

ἀνατρέπουσι. συκοφάνται τε οὖν καὶ οἱ γενόμενοι

p.176
τινῶν κατήγοροι ἢ ἔφευγον ἢ ὑπὸ τῶν ἀδικηθέντων ἀνῃροῦντο, ἐπίτροποί τε καὶ δικασταὶ οἱ τῆς ἐκείνου ὠμότητος ὑπηρέται συρέντες ὑπὸ τοῦ ὄχλου ἐς τοὺς ὀχετοὺς ἐρριπτοῦντο. φόνος τε οὐκ ὀλίγος ἐγένετο καὶ μηδὲν ἀδικησάντων ἀνθρώπων: δανειστὰς γὰρ ἑαυτῶν ἢ καὶ ἀντιδίκους ἐν πράγμασιν ἀγοραίοις, καὶ εἴ τις πρός τινα βραχεῖαν αἰτίαν εἶχε μίσους, ἐπαναβαίνοντες ταῖς οἰκήσεσιν ἀπροσδοκήτως, ἐπηρεάζοντες ὡς συκοφάντας ἐσύλησάν τε καὶ ἐφόνευσαν.

ἐν προσχήματι ἐλευθερίας ἀδείας τε εἰρηνικῆς ἔργα πολέμου ἐμφυλίου ἐγίνετο, ὡς καὶ τὸν τῆς πόλεως ἐπάρχοντα μετὰ πράξεις πολλὰς ὑπατικάς ʽΣαβῖνος δὲ ἦν ὄνομα αὐτᾦ, βουλόμενον κωλῦσαι τὰ γινόμενα, ξύλῳ παισθέντα κατὰ τοῦ κρανίου τελευτῆσαι. καὶ ὁ μὲν δῆμος ἐν τούτοις ἦν, ἡ δὲ σύγκλητος ἅπαξ ἀναρριφθέντος κινδύνου φόβῳ τοῦ Μαξιμίνου

πάντα ἔπραττεν ἐς τὸ ἀποστῆσαι αὐτοῦ τὰ ἔθνη. πρεσβεῖαι τοίνυν πανταχοῦ πρὸς πάντας ἡγουμένους ἐξεπέμφθησαν, ἐπιλεχθέντων ἀνδρῶν ἔκ τε τῆς συγκλήτου αὐτῆς καὶ τοῦ ἱππικοῦ τάγματος οὐκ ἀδοκίμων, γράμματά τε πρὸς πάντας τὴν Ῥωμαίων καὶ τῆς συγκλήτου γνώμην δηλοῦντα, προτρέποντά τε τοὺς μὲν ἡγουμένους συναίρεσθαι τῇ κοινῇ πατρίδι καὶ συνεδρίῳ βουλεύουσι, τὰ δ̓ ἔθνη πείθεσθαι Ῥωμαίοις, ὧν δημόσιον ἄνωθεν τὸ κράτος ἐστίν, αὐτά τε φίλα

καὶ ὑπήκοα ἐκ προγόνων. οἱ πλεῖστοι μὲν οὖν προσήκαντο τὴν πρεσβείαν, καὶ τὰ ἔθνη ἀποστήσαντες ῥᾳδίως μίσει τῆς Μαξιμίνου τυραννίδος, τούς τε ἐκεῖσε πράττοντας, εἰ τὰ Μαξιμίνου φρονοῖεν, ἀποκτείναντες προσέθεντο Ῥωμαίοις: ὀλίγοι δέ τινες ἢ διεχρήσαντο τοὺς ἐλθόντας πρέσβεις ἢ μετὰ φρουρᾶς

p.177
πρὸς ἐκεῖνον παρέπεμψαν, οὓς συλλαμβάνων ὠμῶς ἐκόλαζεν.