Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

τὰ μὲν οὖν πολεμικὰ τοιοῦτος ἦν: καὶ ἐς δόξαν ἤρθη ἂν ἡ πρᾶξις αὐτοῦ, εἰ μὴ τοῖς οἰκείοις καὶ τοῖς ὑπηκόοις βαρύτερος ἐγεγόνει καὶ φοβερώτερος. τί γὰρ ἦν ὄφελος βαρβάρων ἀναιρουμένων, πλειόνων γινομένων φόνων ἐν αὐτῇ τε Ῥώμῃ καὶ τοῖς ὑπηκόοις ἔθνεσιν; ἢ λείας αἰχμαλώτους ἀπάγειν τῶν ἐχθρῶν, γυμνοῦντα καὶ τὰς οὐσίας ἀφαιρούμενον τῶν οἰκείων;

ἄνεσίς τε γὰρ πᾶσα, μᾶλλον δὲ καὶ πρόκλησις δέδοτο συκοφάνταις ἐς τὸ ἐπηρεάζειν καὶ κινεῖν πράγματα προγονικά, εἰ τύχοι, καὶ ἄγνωστα καὶ ἀνεξέλεγκτα. μόνον τέ τις κληθεὶς ἐς δικαστήριον ὑπὸ συκοφάντου εὐθέως ἡττημένος ἀπῄει καὶ τῶν ὑπαρχόντων πάντων

στερηθείς. ἑκάστης γοῦν ἡμέρας ἦν ἰδεῖν τοὺς ἐχθὲς πλουσιωτάτους τῆς ἐπιούσης μεταιτοῦντας: τοσαύτη τις ἦν τῆς τυραννίδος ἡ φιλοχρηματία ἐπὶ προφάσει τῆς περὶ τοὺς στρατιώτας χρημάτων συνεχοῦς χορηγίας. ἦν δὲ καὶ τοῖς ὠσὶ κοῦφος ἐς διαβολάς, ἡλικίας τε καὶ ἀξιώματος ἀφειδῶς ἔχων. πλείστους γοῦν τῶν ἔθνη καὶ στρατόπεδα πεπιστευμένων, μετὰ ὑπατείας τιμὴν ἢ δόξαν ἐπὶ τροπαίοις προσγενομένην, ἐκ μικρᾶς καὶ εὐτελοῦς διαβολῆς ἀναρπάστους

ἐποίει, καὶ ἐκέλευέ τε ἄνευ ὑπηρεσίας μόνους ὀχήμασιν ἐπιτεθέντας ἄγεσθαι νύκτωρ καὶ μεθ̓ ἡμέραν ὁδεύοντας ἐξ ἀνατολῶν ἢ δύσεως, εἰ τύχοι, ἀπό τε μεσημβρίας ἐς Παίονας, ἔνθα διέτριβε: σκύλας δὲ καὶ ὑβρίσας φυγαῖς ἢ θανάτοις ἐζημίου. ἐς ὅσον μὲν οὖν τοὺς καθ̓ ἕνα ταῦτα ἐπράττετο καὶ μέχρις οἰκείων ἔμενεν ἡ συμφορά, οὐ πάνυ τι τοῖς

δήμοις τῶν πόλεων ἢ τοῖς ἔθνεσι διέφερε: τὰ γὰρ τῶν εὐδαιμονεῖν δοκούντων ἢ πλουσίων πταίσματα πρὸς τῶν ὄχλων οὐ μόνον ἀμελεῖται, ἀλλά τινας τῶν κακοήθων καὶ φαύλων ἔσθ̓ ὅτε καὶ εὐφραίνει φθόνῳ

p.169
τῶν κρειττόνων καὶ εὐτυχούντων. ἐπεὶ δὲ ὁ Μαξιμῖνος τοὺς πλείστους τῶν ἐνδόξων οἴκων ἐς πενίαν περιστήσας, ἃ δὴ μικρὰ καὶ ὀλίγα οὐδ̓ αὐτάρκη τῇ αὑτοῦ βουλήσει ᾤετο, μετῆλθεν ἐπὶ τὰ δημόσια, καὶ εἴ τινα ἦν χρήματα πολιτικὰ ἐς εὐθηνίας ἢ νομὰς τῶν δημοτῶν ἀθροιζόμενα εἴτε θεάτροις ἢ πανηγύρεσιν ἀνακείμενα, ἐς ἑαυτὸν μετῆγε, ναῶν τε ἀναθήματα θεῶν τε ἀγάλματα καὶ ἡρώων τιμάς, καὶ εἴ τις ἦν κόσμος δημοσίου ἔργου ἢ καλλώπισμα πόλεως ἢ ὕλη

νόμισμα ποιῆσαι δυναμένη, πᾶν ἐχωνεύετο. ὅπερ καὶ μάλιστα τοὺς δήμους ἐλύπησε, πένθος τε δημόσιον ἐνεποίει δίχα μάχης καὶ ἄνευ ὅπλων ὄψις πολιορκίας, ὥς τινας τῶν δημοτῶν καὶ χεῖρας ἀνατείνειν καὶ τοὺς νεὼς φρουρεῖν, ἑτοίμως τε ἔχειν πρότερον ἀναιρεθέντας πρὸ τῶν βωμῶν πεσεῖν ἢ σκῦλα τῶν πατρίδων ἰδεῖν. ἐντεῦθεν δὴ καὶ μάλιστα κατά τε πόλεις καὶ κατὰ ἔθνη διοίδαινον τῶν ὄχλων αἱ ψυχαί. ἀπηρέσκοντό τε καὶ οἱ στρατιῶται τοῖς πραττομένοις, ὀνειδιζόντων αὐτοῖς ἐπιφθόνως συγγενῶν τε καὶ οἰκείων ὡς δὴ δἰ αὐτοὺς ταῦτα πράττοντος τοῦ Μαξιμίνου.

αἰτίαι μὲν δὴ τοιαῦται, οὔτι γε ἄλογοι, ἐς μῖσος καὶ ἀπόστασιν τοὺς ὄχλους παρώξυνον: καὶ πάντες μὲν εὔχοντο καὶ θεοὺς τοὺς ἀδικουμένους ἐπεκάλουν, ἄρξασθαι δὲ οὐδεὶς ἐτόλμα, ἔστε συμπληρουμένης αὐτῷ τριετοῦς βασιλείας ἐκ μικρᾶς καὶ εὐτελοῦς προφάσεως, οἷα τυραννίδος σφάλματα, πρῶτοι ὅπλα ἐκίνησαν ἔς τε ἀπόστασιν εὐσταθῶς ὥρμησαν Αίβυες,

ἐξ αἰτίας τοιᾶσδε. ἐπετρόπευέ τις τῆς Καρχηδονίας χώρας τραχύτατα, καὶ μετὰ πάσης ὠμότητος καταδίκας τε ἐποιεῖτο καὶ χρημάτων εἰσπράξεις, βουλόμενος εὐδοκιμεῖν παρὰ τῷ Μαξιμίνῳ. ἐκεῖνός τε γάρ, οὓς

p.170
ᾔδει ἁρμόζοντας τῇ ἑαυτοῦ γνώμῃ, ἐπελέγετο: οἵ τε προεστῶτες τοῦ ταμιείου τότε, εἰ καὶ σπανίως χρηστοὶ ἐμπεπτώκεσαν, τόν τε κίνδυνον προῦπτον ἔχοντες καὶ τὴν ἐκείνου φιλοχρηματίαν εἰδότες, ἄκοντες

ὅμως τοὺς λοιποὺς ἐμιμοῦντο. ὁ τοίνυν κατὰ τὴν Λιβύην ἐπίτροπος τοῖς τε ἄλλοις πᾶσι βιαίως προσεφέρετο, καὶ νεανίσκους τινὰς τῶν παῤ ἐκείνοις εὖ γεγονότων καὶ πλουσίων καταδίκαις περιβαλὼν εἰσπράττειν τὰ χρήματα εὐθέως ἐπειρᾶτο, πατρῴων τε καὶ προγονικῶν οὐσιῶν αὐτοὺς ἀφαιρεῖσθαι. ἐφ̓ οἷς ἀλγήσαντες οἱ νεανίσκοι τὰ μὲν χρήματα αὐτῷ ἀποδώσειν ὑπέσχοντο, τριῶν ἡμερῶν αἰτήσαντες ἀνάθεσιν: συνωμοσίαν δὲ ποιησάμενοι, πάντας τε οὓς ᾔδεσαν ἢ πεπονθότας τι δεινὸν ἢ παθεῖν δεδοικότας ἀναπείσαντες, κελεύουσι νύκτωρ κατελθεῖν τοὺς ἐκ τῶν