Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
ἔργοις σχολάζοι. τήν τε θεραπείαν πᾶσαν, ἣ συγγεγόνει τῷ Ἀλεξάνδρῳ τοσούτων ἐτῶν, τῆς βασιλείου αὐλῆς ἀπέπεμψε. τοὺς δὲ πλείστους αὐτῶν καὶ ἀπέκτεινεν, ἐπιβουλὰς ὑποπτεύων: ᾔδει γὰρ ἀλγοῦντας ἐπὶ τῇ ἐκείνου ἀναιρέσει. ἔτι δὲ καὶ μᾶλλον αὐτὸν ἐς ὠμότητα καὶ τὴν πρὸς ἅπαντας ὀργὴν προυκαλέσατο συνωμοσία τις διαβληθεῖσα κατ̓ αὐτοῦ συγκροτουμένη, πολλῶν τε
ἁπάντων. Μάγνος τις ὄνομα ἦν τῶν εὐπατριδῶν τε καὶ ὑπατευκότων: οὗτος διεβλήθη συνάγειν κατ̓ αὐτοῦ χεῖρα, καὶ στρατιώτας τινὰς πείθειν ἐς αὑτὸν τὴν ἀρχὴν μετάγειν. ἡ δὲ συσκευὴ τοιαύτη τις ἐλέγετο ἔσεσθαι. γεφυρώσας τὸν ποταμὸν ὁ Μαξιμῖνος
ἔμελλεν ἐπὶ Γερμανοὺς διαβήσεσθαι: ἅμα γὰρ τῷ τὴν ἀρχὴν παραλαβεῖν εὐθέως πολεμικῶν ἔργων ἤρξατο, καὶ διὰ σώματος μέγεθος καὶ ἰσχὺν στρατιωτικὴν καὶ ἐμπειρίαν πολεμικὴν δοκῶν ἐπιλελέχθαι ἔργοις τὴν δόξαν καὶ τὴν τῶν στρατιωτῶν ὑπόληψιν ἐπιστοῦτο, τήν τε Ἀλεξάνδρου μέλλησιν καὶ τὴν πρὸς τὰ πολεμικὰ ἔργα δειλίαν ἐλέγχειν ἐπειρᾶτο εἰκότως κατεγνωσμένην. ἀσκῶν τε οὖν καὶ γυμνάζων τοὺς στρατιώτας οὐ διέλειπεν, αὐτός τε ἐν ὅπλοις ὢν καὶ τὸν
στρατὸν παρορμῶν. τότε τοίνυν τὴν γέφυραν ζεύξας ἔμελλεν ἐπὶ Γερμανοὺς διαβήσεσθαι. ὁ δὲ Μάγνος ἐλέγετο στρατιωτῶν οὐκ ὀλίγους, ἀλλὰ τοὺς ἐξοχωτάτους καὶ μάλιστα τοὺς τὴν φρουρὰν τῆς γεφύρας καὶ τὴν ἐπιμέλειαν πεποιημένους, ἀναπεῖσαι μετὰ τὸ διαβῆναι τὸν Μαξιμῖνον λύσαντας τὴν γέφυραν προδοῦναι τοῖς βαρβάροις, οὐχ ὑπαρχούσης αὐτῷ ἐπανόδου: πλάτει γὰρ καὶ βάθει μέγιστος ὁ ποταμὸς ῥέων ἄβατος αὐτῷ ἐγίνετο, οὔτε νεῶν οὐσῶν ἐν ταῖς πολεμίαις
ὄχθαις τῆς τε γεφύρας λυθείσης. ἡ μὲν τῆς ἐπιβουλῆς φήμη τοιαύτη ἐγένετο, εἴτε ἀληθὴς ὑπάρξασα εἴτε ὑπὸ τοῦ Μαξιμίνου συσκευασθεῖσα: ἀκριβὲς δὲ εἰπεῖν οὐ ῥᾴδιον, ἐπεὶ ἔμενεν ἀνεξέλεγκτος. μήτε γὰρ κρίσεώς τινι μεταδοὺς μήτε ἀπολογίας, πάντας οὓς ὑπώπτευεν αἰφνιδίως συναρπασθέντας ἀφειδῶς ἐφόνευσεν.
ἐγένετο δέ τις καὶ Ὀσροηνῶν τοξοτῶν ἀπόστασις,