Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
ὡς δ̓ ἀπηγγέλη τὰ περὶ τοῦ Μαξιμίνου, ὁ Ἀλέξανδρος ἐν μεγίστῃ ταραχῇ γενόμενος καὶ τῷ παραδόξῳ τῆς ἀγγελίας ἐκπλαγείς, προπηδήσας τῆς βασιλείου
πρὸς αὑτοῦ διηγούμενος, τούς τε νεανίας ᾐτιᾶτο ὡς προπετῶς καὶ ἐπιόρκως ταῦτα τετολμηκότας, δώσειν τε πάντα ὑπισχνεῖτο ὧν δέοιντο, καὶ ἐπανορθώσεσθαι εἴ τι μέμφοιντο. οἱ δὲ σὺν αὐτῷ στρατιῶται ἐκείνης τῆς ἡμέρας εὐφημήσαντες αὐτὸν παρέπεμψαν,
ὑποσχόμενοι παντὶ σθένει προασπίσειν αὐτοῦ. τῆς νυκτὸς δὲ διαδραμούσης, κατὰ τὸ περίορθρον ἀγγειλάντων τινῶν ὅτι δὴ Μαξιμῖνος πρόσεισι κόνις τε πόρρωθεν ἐγειρομένη φαίνεται βοῆς τε ἦχος πλήθους ἐξακούεται, πάλιν προελθὼν ἐς τὸ πεδίον ὁ Ἀλέξανδρος, συγκαλέσας τε τοὺς στρατιώτας, ἐδεῖτο προμαχεῖν καὶ σώζειν ὃν ἀνεθρέψαντο καὶ ὑφ̓ ᾧ βασιλεύοντι τεσσαρεσκαίδεκα ἔτεσιν ἀμέμπτως βεβιώκεσαν, πάντας τε ἐς οἶκτον καὶ ἔλεον προκαλούμενος ὁπλίζεσθαι ἐκέλευσεν καὶ ἐξελθόντας ἀντιτάττεσθαι.
οἱ δὲ στρατιῶται τὰ μὲν πρῶτα ὑπισχνοῦντο, κατ̓ ὀλίγους δὲ ἀνεχώρουν οὐδ̓ ὅπλα λαβεῖν ἤθελον. οἳ δέ τινες τὸν ἔπαρχόν τε τοῦ στρατοῦ καὶ τοὺς οἰκείους Ἀλεξάνδρου ᾔτουν πρὸς ἀναίρεσιν, πρόφασιν ποιούμενοι αἰτίους τῆς ἀποστάσεως γεγενῆσθαι. οἳ δὲ τὴν μητέρα ἐμέμφοντο ὡς φιλάργυρον καὶ τὰ χρήματα ἀποκλείουσαν, διά τε μικρολογίαν καὶ τὸ πρὸς τὰς
ἐπιδόσεις ὀκνηρὸν τοῦ Ἀλεξάνδρου μεμισημένου. καὶ μέχρι μέν τινος τοιαῦτα διαφόρως βοῶντες προσέμενον: ὡς δὲ τοῦ Μαξιμίνου ὁ στρατὸς ἤδη τε ἐν ὄψεσιν ἦν, καὶ βοῶντες οἱ νεανίαι προυκαλοῦντο τοὺς συστρατιώτας καταλιπεῖν μὲν γύναιον μικρολόγον καὶ μειράκιον δειλὸν μητρὶ δουλεῦον, προσιέναι δὲ ἀνδρὶ γενναίῳ καὶ σώφρονι συστρατιώτῃ τε ἐν ὅπλοις ἀεὶ
ἐκεῖνος ἀναγορεύεται. ὁ δὲ Ἀλέξανδρος τρέμων καὶ λιποψυχῶν μόλις ἐς τὴν σκηνὴν ἐπανέρχεται: τῇ τε μητρὶ περιπλακείς, καὶ ὥς φασιν, ἀποδυρόμενός τε καὶ αἰτιώμενος ὅτι δἰ ἐκείνην ταῦτα πάσχει, ἀνέμενε τὸν φονεύσοντα. ὁ δὲ Μαξιμῖνος ὑπὸ παντὸς τοῦ στρατοῦ σεβαστὸς προσαγορευθεὶς πέμπει χιλιάρχην ἑκατοντάρχας τέ τινας τοὺς φονεύσοντας τὸν Ἀλέξανδρον καὶ τὴν μητέρα καὶ εἴ τινες ἀνθίσταντο