Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ἐκείνου ἀνδρείας. ἔτι τε καὶ δώροις αὐτοὺς καὶ παντοδαπαῖς τιμαῖς ᾠκειώσατο. ὅθεν οἱ νεανίαι, ἐν οἷς ἦν τὸ πολὺ πλῆθος Παιόνων μάλιστα, τῇ μὲν ἀνδρείᾳ τοῦ Μαξιμίνου ἔχαιρον, τὸν δὲ Ἀλέξανδρον ἐπέσκωπτον ὡς ὑπὸ τῆς τε μητρὸς ἀρχόμενον, καὶ διοικουμένων τῶν πραγμάτων ὑπ̓ ἐξουσίᾳ τε καὶ γνώμῃ γυναικός, ῥᾳθύμως τε καὶ ἀνάνδρως τοῖς πολεμικοῖς προσφερομένου ἐκείνου. ὑπεμίμνησκον δὲ ἀλλήλους τῶν τε ὑπὸ ταῖς ἀνατολαῖς διὰ μέλλησιν αὐτοῦ πταισμάτων, καὶ ὅτι μηδὲν ἀνδρεῖον μηδὲ νεανικὸν παρέχοιτο

ἐς Γερμανοὺς ἐλθών. ὄντες οὖν καὶ ἄλλως πρὸς τὸ καινοτομεῖν ἐπιτήδειοι, καὶ τὸ μὲν παρὸν τῆς ἀρχῆς βαρὺ διὰ μῆκος ἐξουσίας ἡγούμενοι ἀκερδές τε ἤδη πάσης προανηλωμένης φιλοτιμίας, τὸ δὲ μέλλον καὶ προσιὸν ἔς τε τὸ κερδαλέον αὑτοῖς εὔελπι καὶ τῷ κτωμένῳ παρὰ προσδοκίαν τίμιόν τε καὶ περισπούδαστον,

p.160
ἐβουλεύσαντο ἀποσκευάσασθαι μὲν τὸν Ἀλέξανδρον, ἀνειπεῖν δὲ αὐτοκράτορα καὶ σεβαστὸν τὸν Μαξιμῖνον, συστρατιώτην τε αὑτῶν ὄντα καὶ σύσκηνον, ἔς τε τὸν παρόντα πόλεμον δἰ ἐμπειρίαν καὶ ἀνδρείαν

ἐπιτήδειον δοκοῦντα. ἀθροισθέντες οὖν ἐς τὸ πεδίον ὡπλισμένοι ὡς δὴ ἐπὶ τὰ συνήθη γυμνάσια, προελθόντα καὶ ἐπιστάντα αὐτοῖς τὸν Μαξιμῖνον, εἴτε ἀγνοοῦντα τὸ πραττόμενον εἴτε καὶ λάθρᾳ τοῦτο προκατασκευάσαντα, πορφύραν ἐπιβαλόντες βασιλικὴν

αὐτοκράτορα ἀναγορεύουσιν. ὃ δὲ τὰ μὲν πρῶτα παρῃτεῖτο καὶ τὴν πορφύραν ἀπερρίπτει: ὡς δὲ ἐνέκειντο ξιφήρεις ἀποκτενεῖν ἀπειλοῦντες, τοῦ παρόντος κινδύνου τὸ μέλλον προελόμενος ἀνεδέξατο τὴν τιμήν, πολλάκις αὐτῷ πρότερον, ὡς ἔλεγε, χρησμῶν καὶ ὀνειράτων τὴν τοσαύτην τύχην προειρηκότων, εἰπὼν πρὸς τοὺς στρατιώτας ὅτι ἄκων μὲν καὶ οὐ βουλόμενος ἀναδέχεται, πειθόμενος τῇ ἐκείνων βουλήσει,

παραγγέλλει δ̓ αὐτοῖς ἔργῳ βεβαιῶσαι τὰ δόξαντα ἀραμένους τε τὰ ὅπλα σπεύδειν ἐπιστῆναι τῷ Ἀλεξάνδρῳ ἀγνοοῦντι, τὴν φήμην φθάσαντας, ἵν̓ ἐκπλήξαντες τοὺς συνόντας ἐκείνῳ στρατιώτας καὶ φρουροὺς τοῦ σώματος ἢ πείσαιεν ὁμογνωμονῆσαι ἢ ῥᾷστα βιάσαιντο ἀπαρασκεύους τῷ μηδὲν προσδοκᾶν.

ὡς δ̓ αὐτοὺς ἐς εὔνοιαν καὶ προθυμίαν πάνυ προεκαλέσατο, τά τε σιτηρέσια ἐπεδιπλασίασε, νομάς τε καὶ δόσεις μεγίστας ὑπέσχετο, τιμωρίας τε καὶ κηλῖδας πάσας αὐτοῖς ἀνῆκεν, ἐπί τε τὴν πορείαν ἐξήγαγεν: οὐ πολὺ δ̓ ἀφειστήκει τὸ χωρίον ἔνθα ἐσκήνου ὁ Ἀλέξανδρος καὶ οἱ σὺν αὐτῷ.

ὡς δ̓ ἀπηγγέλη τὰ περὶ τοῦ Μαξιμίνου, ὁ Ἀλέξανδρος ἐν μεγίστῃ ταραχῇ γενόμενος καὶ τῷ παραδόξῳ τῆς ἀγγελίας ἐκπλαγείς, προπηδήσας τῆς βασιλείου

p.161
σκηνῆς ὥσπερ ἐνθουσιῶν, δακρυρροῶν καὶ τρέμων τοῦ τε Μαξιμίνου ὡς ἀπίστου καὶ ἀχαρίστου κατηγόρει, πάσας τὰς ἐς ἐκεῖνον εὐεργεσίας κατατεθείσας