Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
ἀπηγγέλλετο δὲ καὶ ὁ Πέρσης λύσας τὴν δύναμιν καὶ ἑκάστους ἐς τὰ ἑαυτῶν ἀποπέμψας. εἰ γὰρ καὶ ἐκ τοῦ κρείττονος ὑπέρτεροι ἐδόκουν γεγενῆσθαι οἱ βάρβαροι, πλὴν ὅμως ἐτετρύχωντο ταῖς τε κατὰ Μηδίαν πολλάκις γενομέναις συμβολαῖς τῇ τε ἐν Παρθίᾳ μάχῃ, πολλῶν μὲν πεσόντων παμπλείστων δὲ τετρωμένων. οὐ γὰρ ἀνάνδρως οἱ Ῥωμαῖοι ἡττήθησαν, ἀλλὰ καὶ αὐτοὶ τοὺς πολεμίους ἔσθ̓ ὅπῃ κακώσαντες, παρὰ τοῦτο δὲ ἀπολόμενοι παῤ ὅσον πλήθει ἐλάττους
εὑρέθησαν, ὡς σχεδὸν ἰσαρίθμου γενομένου τοῦ ἑκατέρωθεν πεσόντος στρατοῦ τὸ περιλειφθὲν τῶν βαρβάρων πλήθει ἀλλ̓ οὐ δυνάμει δοκεῖ νενικηκέναι. δεῖγμα δὲ τοῦτο οὐ μικρὸν τῆς τῶν βαρβάρων κακώσεως: ἐτῶν γοῦν τριῶν ἢ τεττάρων ἡσύχασαν οὐδ̓ ἐν ὅπλοις ἐγένοντο. ἅπερ μανθάνων ὁ Ἀλέξανδρος καὶ οὗτος ἐν τῇ Ἀντιοχείᾳ διέτριβεν: εὐθυμότερος δὲ καὶ ἀδεέστερος γενόμενος ἀνειμένης αὐτῷ τῆς περὶ τὰ πολεμικὰ φροντίδος, ταῖς τῆς πόλεως ἐσχόλαζε τρυφαῖς.
οἰομένου δὲ αὐτοῦ τὰ ἐν Πέρσαις ἐν εἰρήνῃ μὲν συγκείμενα ἡσυχάζειν, ἔχειν δὲ ἀνακωχὴν καὶ μέλλησιν τῷ βαρβάρῳ πρὸς τὸ πάλιν ἐπάγειν τὸν στρατόν, ὃς ἅπαξ διαλυθεὶς οὐ ῥᾳδίως ἠθροίζετο ἅτε μὴ συντεταγμένος μηδὲ συνεστώς, ἀλλ̓ ὄχλος μᾶλλον ἢ στρατὸς ὑπάρχων, καὶ τῶν ἐπισιτισμῶν αὐτοῖς τοσούτων ὄντων ὅσον ἂν ἕκαστος ἀφικνούμενος πρὸς τὸ ἑαυτοῦ χρειῶδες ἐπενέγκηται, καὶ δυσαποσπάστως τε καὶ δυσόκνως καταλειπόντων τέκνα καὶ γυναῖκας καὶ
τὴν οἰκείαν χώραν, αἰφνιδίως ἄγγελοί τε καὶ γράμματα ἐτάραξε τὸν Ἀλέξανδρον καὶ ἐς μείζονα φροντίδα ἐνέβαλεν, ἐπιστειλάντων αὐτῷ τῶν ἐμπεπιστευμένων τὴν Ἰλλυρίδος ἡγεμονίαν ὅτι ἄρα Γερμανοὶ Ῥῆνον καὶ Ἴστρον διαβαίνοντες τὴν Ῥωμαίων πορθοῦσιν ἀρχὴν καὶ τὰ ἐπὶ ταῖς ὄχθαις στρατόπεδα ἐπικείμενα πόλεις τε καὶ κώμας πολλῇ δυνάμει κατατρέχουσιν, εἴη τε οὐκ ἐν ὀλίγῳ κινδύνῳ τὰ Ἰλλυρικὰ
ἔθνη ὁμοροῦντα καὶ γειτνιῶντα Ἰταλίᾳ: δεῖσθαι τοίνυν τῆς αὐτοῦ παρουσίας καὶ τοῦ στρατοῦ παντὸς ὃς ἦν σὺν αὐτῷ. δηλωθέντα δὴ ταῦτα τόν τε Ἀλέξανδρον ἐτάραξε καὶ τοὺς ἐκ τοῦ Ἰλλυρικοῦ στρατιώτας ἐλύπησε, διπλῇ δοκοῦντας κεχρῆσθαι συμφορᾷ, ἔκ τε
ὀκνοῦντα. ἦν δὲ καὶ αὐτῷ δέος τῷ Ἀλεξάνδρῳ τοῖς τε συνοῦσι φίλοις ἤδη καὶ περὶ αὐτῆς Ἰταλίας. οὐ γὰρ ὅμοιον ἡγοῦντο τὸν ἐκ Περσῶν κίνδυνον οἷον ἐκ Γερμανῶν: οἱ μὲν γὰρ ὑπὸ ταῖς ἀνατολαῖς κατοικοῦντες, μακρᾷ γῇ καὶ θαλάττῃ πολλῇ διῃρημένοι, τὴν Ἰταλῶν χώραν μόλις ἀκούουσι, τὰ Ἰλλυρικὰ δὲ ἔθνη στενὰ ὄντα καὶ οὐ πολλὴν ἔχοντα τὴν ὑπὸ Ῥωμαίοις γῆν, παρὰ τοσοῦτον ὁμόρους καὶ γείτονας ποιεῖ Γερμανοὺς
Ἰταλιώταις. ἐπαγγέλλει δὴ ἄκων μὲν καὶ ἀσχάλλων τὴν ἔξοδον: πλὴν τῆς ἀνάγκης αὐτὸν καλούσης, καταλιπών τε δύναμιν ὅσην αὐτάρκη ᾤετο ῥύεσθαι τὰς Ῥωμαίων ὄχθας, τά τε στρατόπεδα καὶ τὰ φρούρια ἐπιμελέστερον τειχίσας καὶ πληρώσας ἕκαστα τοῦ ὡρισμένου στρατοῦ, αὐτὸς ἐς Γερμανοὺς