Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

τῆς χρείας ἀπαιτούσης γενναίως κατορθοῦτε. τὸ δὲ βάρβαρον πρὸς μὲν τὰ ὑπείκοντα καὶ ὀκνοῦντα θρασύνεται, τῷ δ̓ ἀντιπίπτοντι οὐκέθ̓ ὁμοίως ἀντέχει, ἐπεὶ μὴ ἐκ συστάσεως αὐτοῖς ἡ μάχη κατὰ τῶν ἀντιπάλων ὑπισχνεῖται τὸ εὔελπι, ἀλλ̓ ἐξ ἐπιδρομῆς ἢ φυγῆς κερδαίνειν νομίζουσιν ὅπερ ἂν σχῶσι δἰ ἁρπαγῆς. ἡμῖν δὲ καὶ τὸ εὔτακτον ἅμα τῷ κοσμίῳ ὑπάρχει, καὶ νικᾶν αὐτοὺς ἀεὶ δεδιδάγμεθα.

τοιαῦτά τινα εἰπόντα τὸν Ἀλέξανδρον πᾶς ὁ στρατὸς ἀνευφήμησε, προθυμίαν τε πᾶσαν ἐς τὸ πολεμεῖν ὑπισχνεῖτο. ὃ δ̓ ἐπιδοὺς αὐτοῖς χρήματα μεγαλοφρόνως, εὐτρεπίζεσθαι τὰ πρὸς τὴν ἔξοδον ἐκέλευσε. κατελθών τε ἐς τὴν σύγκλητον βουλήν, καὶ τοῖς προειρημένοις ὅμοια διαλεχθείς, ἐπήγγειλε τὴν

ἔξοδον. καταλαβούσης δὲ τῆς ὡρισμένης ἡμέρας θύσας τε τὰς ἐπὶ ταῖς ἐξόδοις νενομισμένας ἱερουργίας, παραπεμφθείς τε ὑπὸ τῆς συγκλήτου καὶ παντὸς τοῦ δήμου, τῆς Ῥώμης ἀπῆρεν, ἐπιστρεφόμενος ἀεὶ πρὸς τὴν πόλιν καὶ δακρύων. ἀλλ̓ οὐδὲ τῶν δημοτῶν ἦν τις ὃς ἀδακρυτὶ παρέπεμπεν αὐτόν: πόθον γὰρ ἑαυτοῦ τῷ πλήθει ἐμπεποιήκει ἀνατραφείς τε ὑπ̓ αὐτοῖς

καὶ μετρίως ἄρξας τοσούτων ἐτῶν. μετὰ πολλῆς δὲ σπουδῆς ποιησάμενος τὴν πορείαν, τά τε Ἰλλυρικὰ ἔθνη καὶ στρατόπεδα ἐπελθών, πλείστην τε δύναμιν κἀκεῖθεν ἀθροίσας, ἐς τὴν Ἀντιόχειαν ἀφίκετο. ἐκεῖ δὲ γενόμενος τὰ πρὸς τὸν πόλεμον ἐξήρτυε, γυμνάζων τε τοὺς στρατιώτας καὶ τὰ πολεμικὰ ἀσκῶν.

ἔδοξε δὲ αὐτῷ πρεσβείαν πάλιν πέμψαι πρὸς τὸν

p.151
Πέρσην καὶ περὶ εἰρήνης καὶ φιλίας διαλέγεσθαι: ἤλπιζε γὰρ αὐτὸν πείσειν ἢ φοβήσειν αὐτὸς παρών. ὁ δὲ βάρβαρος τοὺς μὲν πρέσβεις τῶν Ῥωμαίων ἀπέπεμψεν ἀπράκτους, αὐτὸς δὲ ἐπιλεξάμενος τετρακοσίους Περσῶν τοὺς μεγίστους, ἐσθῆσί τε πολυτελέσι καὶ χρυσῷ κεκοσμημένους ἵππων τε καὶ τόξων παρασκευῇ, πρέσβεις ἔπεμψε δὴ πρὸς τὸν Ἀλέξανδρον, καταπλήξειν οἰηθεὶς τοὺς Ῥωμαίους τῇ τε ὄψει καὶ τῷ

σχήματι τῶν Περσῶν. ἔλεγε δ̓ ἡ πρεσβεία ὅτι δὴ κελεύει μέγας βασιλεὺς Ἀρταξέρξης ἀφίστασθαι Ῥωμαίους τε καὶ τὸν ἄρχοντα αὐτῶν Συρίας τε ἁπάσης Ἀσίας τε τῆς Εὐρώπῃ ἀντικειμένης, ἐᾶσαι δὲ ἄρχειν Πέρσας μέχρις Ἰωνίας τε καὶ Καρίας καὶ ὅσα Αἰγαίῳ καὶ Πόντῳ ἔθνη διαιρεῖται: εἶναι γὰρ αὐτὰ Περσῶν