Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
προσεφέροντο. ἐφ̓ οἷς ἐκεῖνος ἀγανακτῶν, καὶ διανυκτερεύσας ἐν τῷ ἱερῷ τοῦ στρατοπέδου, πάνυ ἤσχαλλε καὶ τοῖς στρατιώταις ὠργίζετο: ἐκέλευέ τε τοὺς παρασήμους καὶ ὑπερφυῶς τὸν Ἀλέξανδρον εὐφημήσαντας, τοὺς δὲ αἰτίους δῆθεν στάσεως καὶ θορύβου,
συλλαμβάνεσθαι πρὸς τιμωρίαν. οἱ δὲ στρατιῶται ἐπὶ τούτῳ ἀγανακτήσαντες, ἄλλως μὲν μισοῦντες τὸν Ἀντωνῖνον καὶ ἀποσκευάσασθαι θέλοντες ἀσχημονοῦντα βασιλέα, τότε δὲ καὶ τοῖς συλλαμβανομένοις ἐπαμύνειν δεῖν ἡγούμενοι, καιρὸν εὔκαιρον καὶ πρόφασιν δικαίαν νομίζοντες, τὸν μὲν Ἀντωνῖνον αὐτόν τε καὶ τὴν μητέρα Σοαιμίδα ʽπαρῆν γὰρ ὡς σεβαστή τε καὶ μήτηῤ ἀναιροῦσι, τούς τε περὶ αὐτὸν πάντας, ὅσοι ἔνδον κατελήφθησαν ὑπηρέται τε καὶ συνεργοὶ ἐδόκουν εἶναι τῶν ἁμαρτημάτων.
τὰ δὲ σώματα τοῦ τε Ἀντωνίνου καὶ τῆς Σοαιμίδος παρέδοσαν σύρειν τε καὶ ἐνυβρίζειν τοῖς βουλομένοις: ἅπερ ἐπὶ πολὺ διὰ πάσης τῆς πόλεως συρέντα τε καὶ λωβηθέντα ἐς τοὺς ὀχετοὺς ἀπερρίφθη τοὺς ἐς τὸν Θύμβριν ποταμὸν ῥέοντας.
Ἀντωνῖνος μὲν οὖν ἐς ἕκτον ἔτος ἐλάσας τῆς βασιλείας καὶ χρησάμενος τῷ προειρημένῳ βίῳ, οὕτως ἅμα τῇ μητρὶ κατέστρεψεν: οἱ δὲ στρατιῶται αὐτοκράτορα τὸν Ἀλέξανδρον ἀναγορεύσαντες ἐς τὰ βασίλεια ἀνήγαγον, κομιδῇ νέον καὶ πάνυ ὑπὸ τῇ μητρὶ καὶ τῇ μάμμῃ παιδαγωγούμενον.
Ὁποίῳ μὲν δὴ τέλει ὁ νέος Ἀντωνῖνος ἐχρήσατο, ἐν τοῖς προειρημένοις δεδήλωται: παραλαβόντος δὲ τὴν ἀρχὴν Ἀλεξάνδρου τὸ μὲν σχῆμα καὶ τὸ ὄνομα τῆς βασιλείας ἐκείνῳ περιέκειτο, ἡ μέντοι διοίκησις τῶν πραγμάτων καὶ ἡ τῆς ἀρχῆς οἰκονομία ὑπὸ ταῖς γυναιξὶ διῳκεῖτο, ἐπί τε τὸ σωφρονέστερον καὶ
σεμνότερον πάντα μετάγειν ἐπειρῶντο. καὶ πρῶτον μὲν τῆς συγκλήτου βουλῆς τοὺς δοκοῦντας καὶ ἡλικίᾳ σεμνοτάτους καὶ βίῳ σωφρονεστάτους ἑκκαίδεκα ἐπελέξαντο συνέδρους εἶναι καὶ συμβούλους τοῦ βασιλέως: οὐδέ τι ἐλέγετο ἢ ἐπράττετο, εἰ μὴ κἀκεῖνοι αὐτὸ ἐπικρίναντες σύμψηφοι ἐγένοντο. ἤρεσκέ τε τῷ δήμῳ καὶ τοῖς στρατοπέδοις, ἀλλὰ καὶ τῇ συγκλήτῳ βουλῇ, τὸ σχῆμα τῆς βασιλείας ἐκ τυραννίδος ἐφυβρίστου ἐς ἀριστοκρατίας τύπον μεταχθέν.
πρῶτον μὲν οὖν τὰ ἀγάλματα τῶν θεῶν, ἅπερ ἔτυχεν ἐκεῖνος κινήσας καὶ μεταγαγών, ἔπεμψαν ἐς τοὺς ἀρχαίους καὶ ἰδίους ναούς τε καὶ σηκούς: τούς τε ὑπ̓ ἐκείνου ἀλόγως, ἢ ἐφ̓ οἷς εὐδοκιμήκεσαν ἁμαρτήμασιν, ἐς τιμὰς καὶ ἐξουσίας προαχθέντας τῶν δοθέντων ἀφείλοντο, ἑκάστους κελεύσαντες ἐς τὴν