Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
ἔργοις ὁμοίοις. ἡ δὲ μήτηρ αὐτὸν ἡ Μαμμαία ἀπῆγε μὲν τῶν αἰσχρῶν καὶ ἀπρεπῶν βασιλεῦσιν ἔργων, διδασκάλους δὲ πάσης παιδείας λάθρᾳ μετεπέμπετο, τοῖς τε σώφροσιν αὐτὸν ἤσκει μαθήμασι, παλαίστραις τε καὶ ἀνδρῶν γυμνασίοις εἴθιζε, παιδείαν τε τὴν Ἑλλήνων καὶ Ῥωμαίων ἐπαίδευεν. ἐφ̓ οἷς Ἀντωνῖνος πάνυ ἤσχαλλε, καὶ μετεγίνωσκε θέμενος αὐτὸν
υἱὸν καὶ κοινωνὸν τῆς ἀρχῆς. τούς τε οὖν διδασκάλους αὐτοῦ πάντας ἀπεσόβει τῆς βασιλείου αὐλῆς, τινάς τε αὐτῶν τοὺς ἐνδοξοτάτους οὓς μὲν ἀπέκτεινεν οὓς δὲ ἐφυγάδευσεν, αἰτίας: γελοιοτάτας ἐπιφέρων, ὡς διαφθείροιεν αὐτῷ τὸν δοκοῦντα υἱόν, οὐκ ἐπιτρέποντες χορεύειν ἢ βακχεύεσθαι, σωφρονίζοντες δὲ
Ῥωμαίων θεάτρῳ ὀρχησάμενον, ὅτε ἦν νέος: πάλιν δὲ ἕτερον ὁμοίως τῆς σκηνῆς βαστάσας, παιδείας τῶν νέων καὶ εὐκοσμίας τῆς τε ὑποστάσεως τῶν ἐς τὴν σύγκλητον βουλὴν ἢ τὸ ἱππικὸν τάγμα κατατασσομένων προέστησεν. ἡνιόχοις τε καὶ κωμῳδοῖς καὶ μίμων ὑποκριταῖς τὰς μεγίστας τῶν βασιλείων πίστεων ἐνεχείρισε. τοῖς δὲ δούλοις αὑτοῦ ἢ ἀπελευθέροις, ὡς ἔτυχεν ἕκαστος ἐπ̓ αἰσχρῷ τινὶ εὐδοκιμήσας, τὰς ὑπατικὰς τῶν ἐθνῶν ἐξουσίας ἐνεχείρισε.
πάντων δὲ οὕτω τῶν πάλαι δοκούντων σεμνῶν ἐς ὕβριν καὶ παροινίαν ἐκβεβακχευμένων, οἵ τε ἄλλοι πάντες ἄνθρωποι καὶ μάλιστα οἱ στρατιῶται ἤχθοντο καὶ ἐδυσφόρουν: ἐμυσάττοντο δὲ αὐτὸν ὁρῶντες τὸ μὲν πρόσωπον καλλωπιζόμενον περιεργότερον ἢ κατὰ γυναῖκα σώφρονα, περιδεραίοις δὲ χρυσίνοις ἐσθῆσί τε ἁπαλαῖς ἀνάνδρως κοσμούμενον, ὀρχούμενόν τε
οὕτως ὡς ὑπὸ πάντων ὁρᾶσθαι. ἐπιρρεπεστέρας τοίνυν τὰς γνώμας πρὸς τὸν Ἀλέξανδρον εἶχον, καὶ ἐλπίδας κρείττους ἐν παιδὶ κοσμίως καὶ σωφρόνως ἀνατρεφομένῳ. ἐφρούρουν τε αὐτὸν παντοίως ὁρῶντες ἐπιβουλευόμενον ὑπὸ τοῦ Ἀντωνίνου. ἥ τε μήτηρ Μαμμαία οὔτε ποτὸν οὔτε ἐδώδιμόν τι εἴα τὸν παῖδα προσφέρεσθαι τῶν ὑπ̓ ἐκείνου πεμπομένων: ὀψοποιοῖς τε καὶ οἰνοχόοις ὁ παῖς ἐχρῆτο οὐ τοῖς βασιλικοῖς καὶ ἐν κοινῇ ὑπηρεσίᾳ τυγχάνουσιν, ἀλλὰ τοῖς ὑπὸ τῆς μητρὸς ἐπιλεχθεῖσι πιστοτάτοις τε εἶναι δοκοῦσιν.
ἐδίδου δὲ καὶ χρήματα λανθάνουσα διανέμεσθαι
διατρίψασα. οὐδὲν οὖν αὐτὴν ἐλάνθανε τῶν ὑπὸ τοῦ Ἀντωνίνου βουλευομένων, φύσει τε χαύνου τὸν τρόπον ὄντος, καὶ ἀφειδῶς πάντα καὶ φανερῶς ἃ ἐβουλεύετο λέγοντος καὶ πράττοντος. ὡς δὲ τὰ τῆς ἐπιβουλῆς αὐτῷ οὐ προεχώρει, παραλῦσαι τῆς τοῦ Καίσαρος τιμῆς ἠθέλησε τὸν παῖδα, καὶ οὔτε ἐν ταῖς προσαγορεύσεσιν οὔτε ἐν ταῖς προόδοις Ἀλέξανδρος
ἐτιμᾶτο. οἱ δὲ στρατιῶται ἐπεζήτουν τε αὐτόν, καὶ ἠγανάκτουν ὅτι δὴ τῆς ἀρχῆς παραλυθείη. διεσκέδασε δὲ ὁ Ἀντωνῖνος καὶ φήμην ὡς τοῦ Ἀλεξάνδρου τεθνήξεσθαι μέλλοντος, ἐποιεῖτό τε ἀπόπειραν ὅπως οἴσουσιν οἱ στρατιῶται τὸ θρυλούμενον. οἳ δ̓ ἐπεὶ μήτε τὸν παῖδα ἔβλεπον ὑπό τε τῆς φήμης τὰς ψυχὰς ἐτρώθησαν, ἀγανακτήσαντες οὔτε τὴν συνήθη φρουρὰν ἔπεμψαν τῷ Ἀντωνίνῳ, κατακλείσαντές τε αὑτοὺς ἐν τῷ στρατοπέδῳ τὸν Ἀλέξανδρον ἐν ἱερῷ
ἠξίουν ἰδεῖν. ὁ δ̓ Ἀντωνῖνος ἐν δέει πολλῷ γενόμενος, παραλαβὼν τὸν Ἀλέξανδρον, συγκαθεσθεὶς αὐτῷ ἐν τῷ βασιλικῷ φορείῳ, ὅπερ διὰ χρυσοῦ πολλοῦ καὶ λίθων τιμίων πεποίκιλτο, κατῆλθεν ἐς τὸ στρατόπεδον σὺν τῷ Ἀλεξάνδρῳ. ὡς δὲ ἀνοίξαντες τὰς πύλας ἐδέξαντο αὐτοὺς ἔς τε τὸν νεὼν τοῦ στρατοπέδου
προσεφέροντο. ἐφ̓ οἷς ἐκεῖνος ἀγανακτῶν, καὶ διανυκτερεύσας ἐν τῷ ἱερῷ τοῦ στρατοπέδου, πάνυ ἤσχαλλε καὶ τοῖς στρατιώταις ὠργίζετο: ἐκέλευέ τε τοὺς παρασήμους καὶ ὑπερφυῶς τὸν Ἀλέξανδρον εὐφημήσαντας, τοὺς δὲ αἰτίους δῆθεν στάσεως καὶ θορύβου,
συλλαμβάνεσθαι πρὸς τιμωρίαν. οἱ δὲ στρατιῶται ἐπὶ τούτῳ ἀγανακτήσαντες, ἄλλως μὲν μισοῦντες τὸν Ἀντωνῖνον καὶ ἀποσκευάσασθαι θέλοντες ἀσχημονοῦντα βασιλέα, τότε δὲ καὶ τοῖς συλλαμβανομένοις ἐπαμύνειν δεῖν ἡγούμενοι, καιρὸν εὔκαιρον καὶ πρόφασιν δικαίαν νομίζοντες, τὸν μὲν Ἀντωνῖνον αὐτόν τε καὶ τὴν μητέρα Σοαιμίδα ʽπαρῆν γὰρ ὡς σεβαστή τε καὶ μήτηῤ ἀναιροῦσι, τούς τε περὶ αὐτὸν πάντας, ὅσοι ἔνδον κατελήφθησαν ὑπηρέται τε καὶ συνεργοὶ ἐδόκουν εἶναι τῶν ἁμαρτημάτων.
τὰ δὲ σώματα τοῦ τε Ἀντωνίνου καὶ τῆς Σοαιμίδος παρέδοσαν σύρειν τε καὶ ἐνυβρίζειν τοῖς βουλομένοις: ἅπερ ἐπὶ πολὺ διὰ πάσης τῆς πόλεως συρέντα τε καὶ λωβηθέντα ἐς τοὺς ὀχετοὺς ἀπερρίφθη τοὺς ἐς τὸν Θύμβριν ποταμὸν ῥέοντας.