Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
γραφῇ ἐνειθισμένοι. δοὺς δὲ τὰς συνήθεις τῷ δήμῳ νομὰς ἐπὶ τῇ τῆς βασιλείας διαδοχῇ, φιλοτίμως τε καὶ πολυτελῶς ἐπιτελέσας παντοδαπὰς θέας, νεών τε μέγιστον καὶ κάλλιστον κατασκευάσας τῷ θεῷ, βωμούς τε πλείστους περὶ τὸν νεὼν ἱδρύσας, ἑκάστοτε προϊων ἕωθεν ἑκατόμβας τε ταύρων καὶ προβάτων πολὺ πλῆθος κατέσφαττε τοῖς τε βωμοῖς ἐπετίθει, παντοδαποῖς ἀρώμασι σωρεύων, οἴνου τε τοῦ παλαιοτάτου καὶ καλλίστου πολλοὺς ἀμφορέας τῶν βωμῶν προχέων, ὡς ῥεῖθρα φέρεσθαι οἴνου τε καὶ αἵματος μεμιγμένου.
περί τε τοὺς βωμοὺς ἐχόρευεν ὑπὸ παντοδαποῖς ἤχοις ὀργάνων, γύναιά τε ἐπιχώρια ἐχόρευε σὺν αὐτῷ, περιθέοντα τοῖς βωμοῖς, κύμβαλα ἢ τύμπανα μετὰ χεῖρας φέροντα: περιειστήκειν δὲ πᾶσα ἡ σύγκλητος καὶ τὸ ἱππικὸν τάγμα ἐν θεάτρου σχήματι. τὰ δὲ σπλάγχνα τῶν ἱερουργηθέντων τά τε ἀρώματα ἐν χρυσοῖς σκεύεσιν ὑπὲρ κεφαλῆς οὐκ οἰκέται δή τινες
ἢ εὐτελεῖς ἄνθρωποι ἔφερον, ἀλλ̓ οἵ τ̓ ἔπαρχοι τῶν στρατοπέδων καὶ οἱ ἐν ταῖς μεγίσταις πράξεσιν, ἀνεζωσμένοι μὲν χιτῶνας ποδήρεις καὶ χειριδωτοὺς νόμῳ Φοινίκων, ἐν μέσῳ φέροντες μίαν πορφύραν: ὑποδήμασι δὲ λίνου πεποιημένοις ἐχρῶντο, ὥσπερ οἱ κατ̓ ἐκεῖνα τὰ χωρία προφητεύοντες. ἐδόκει δὲ τιμὴν μεγίστην νέμειν οἷς ἐκοινώνει τῆς ἱερουργίας.
πλὴν καίτοι χορεύειν ἀεὶ καὶ ἱερουργεῖν δοκῶν, πλείστους ἀπέκτεινε τῶν ἐνδόξων τε καὶ πλουσίων, διαβληθέντας αὐτῷ ὡς ἀπαρεσκομένους καὶ σκώπτοντας αὐτοῦ τὸν βίον. ἠγάγετο δὲ γυναῖκα τὴν εὐγενεστάτην Ῥωμαίων, ἣν σεβαστὴν ἀναγορεύσας μετ̓ ὀλίγον χρόνον ἀπεπέμψατο, ἰδιωτεύειν κελεύσας καὶ τῶν
τιμῶν παρελόμενος. μετ̓ ἐκείνην δὲ προσποιησάμενος ἐρᾶν, ἵνα δὴ καὶ τὰ τῶν ἀνδρῶν πράττειν δοκοίη, παρθένου τῇ Ῥωμαίων Ἑστίᾳ ἱερωμένης ἁγνεύειν τε πρὸς τῶν ἱερῶν νόμων κελευομένης καὶ μέχρι τέλους τοῦ βίου παρθενεύεσθαι, ἀποσπάσας αὐτὴν τῆς Ἑστίας καὶ τοῦ ἱεροῦ παρθενῶνος γυναῖκα ἔθετο, ἐπιστείλας τῇ συγκλήτῳ καὶ παραμυθησάμενος ἀσέβημά τε καὶ ἁμάρτημα τηλικοῦτον, φήσας ἀνθρώπινόν τι πεπονθέναι πάθος: ἔρωτι γὰρ τῆς κόρης ἑαλωκέναι, ἁρμόζοντά τε καὶ σεβάσμιον εἶναι γάμον ἱερέως τε καὶ ἱερείας. πλὴν καὶ ταύτην αὖ μετ̓ οὐ πολὺ ἀπεπέμψατο, τρίτην δὲ πάλιν ἠγάγετο, ἀναφέρουσαν τὸ γένος ἐς Κόμμοδον.
ἔπαιζε δὲ γάμους οὐ μόνον ἀνθρωπείους, ἀλλὰ καὶ τῷ θεῷ, ᾧ ἱεράτευε, γυναῖκα ἐζήτει: καὶ τῆς τε Παλλάδος τὸ ἄγαλμα, ὃ κρυπτὸν καὶ ἀόρατον σέβουσι Ῥωμαῖοι, ἐς τὸν ἑαυτοῦ θάλαμον μετήγαγε: καὶ μὴ κινηθὲν ἐξ οὗπερ ἦλθεν ἀπὸ Ἰλίου, εἰ μὴ ὅτε πυρὶ κατεφλέχθη ὁ νεώς, ἐκίνησεν οὗτος, καὶ πρὸς γάμον
δὴ ἐς τὴν βασίλειον αὐλὴν τῷ θεῷ ἀνήγαγε. φήσας δὲ ἀπαρέσκεσθαι αὐτὸν ὡς πάντα ἐν ὅπλοις καὶ πολεμικῇ θεῷ, τῆς Οὐρανίας τὸ ἄγαλμα μετεπέμψατο, σεβόντων αὐτὸ ὑπερφυῶς Καρχηδονίων τε καὶ τῶν κατὰ τὴν Λιβύην ἀνθρώπων. φασὶ δὲ αὐτὸ Διδὼ τὴν Φοίνισσαν ἱδρύσασθαι, ὅτε δὴ τὴν ἀρχαίαν Καρχηδόνα πόλιν ἔκτισε, βύρσαν κατατεμοῦσα. Λίβυες μὲν
ὀνομάζουσι, σελήνην εἶναι θέλοντες. ἁρμόζειν τοίνυν λέγων ὁ Ἀντωνῖνος γάμον ἡλίου καὶ σελήνης τό τε ἄγαλμα μετεπέμψατο καὶ πάντα τὸν ἐκεῖθεν χρυσόν, χρήματά τε πάμπλειστα τὴν θεὸν ἐς προῖκα δὴ ἐπιδοῦναι ἐκέλευσε. κομισθέν τε τὸ ἄγαλμα συνῴκισε δὴ τῷ θεῷ, κελεύσας πάντας τοὺς κατὰ Ῥώμην καὶ Ἰταλίαν ἀνθρώπους ἑορτάζειν παντοδαπαῖς τε εὐφροσύναις καὶ εὐωχίαις χρῆσθαι δημοσίᾳ τε καὶ ἰδίᾳ ὡς δὴ γαμούντων θεῶν.
κατεσκεύασε δὲ καὶ ἐν τῷ προαστείῳ νεὼν μέγιστόν τε καὶ πολυτελέστατον, ἐς ὃν ἑκάστου ἔτους κατῆγε τὸν θεὸν ἀκμάζοντος θέρους. πανηγύρεις τε παντοδαπὰς συνεκρότει, ἱπποδρόμους τε κατασκευάσας καὶ θέατρα, διά τε ἡνιοχείας καὶ πάντων θεαμάτων τε καὶ ἀκροαμάτων πλείστων εὐωχούμενον τὸν δῆμον καὶ παννυχίζοντα εὐφραίνειν ᾤετο. τόν τε θεὸν αὐτὸν ἐπιστήσας ἅρματι χρυσῷ τε καὶ λίθοις τιμιωτάτοις πεποικιλμένῳ κατῆγεν ἀπὸ τῆς πόλεως
ἐπὶ τὸ προάστειον. τὸ δὲ ἅρμα ἦγεν ἑξάπωλον, ἵππων λευκῶν μεγίστων τε καὶ ἀσπίλων, χρυσῷ πολλῷ καὶ φαλάροις ποικίλοις κεκοσμημένων, τάς τε ἡνίας κατεῖχεν: οὐδέπω δὲ τοῦ ἅρματος ἄνθρωπος ἐπέβαινεν, αὐτῷ δὲ περιέκειντο ὡς ἡνιοχοῦντι δὴ τῷ θεῷ. ὁ δ̓ Ἀντωνῖνος ἔθεε πρὸ τοῦ ἅρματος ἀναποδίζων ἐς τοὐπίσω, ἔς τε τὸν θεὸν ἀποβλέπων καὶ τοὺς χαλινοὺς ἀντέχων τῶν ἵππων: πᾶσάν τε τὴν ὁδὸν ἤνυε τρέχων ἔμπαλιν ἑαυτοῦ ἀφορῶν τε ἐς τὸ πρόσθεν τοῦ