Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
χωρῆσαι τὸ στρατιωτικόν. τῇ δὲ Μαίσῃ ἐλέγετο σωροὺς εἶναι χρημάτων, ἐκείνην δὲ ἑτοίμως πάντ̓ ἂν προέσθαι τοῖς στρατιώταις, εἰ τὴν βασιλείαν τῷ γένει ἀνανεώσαιτο. ὡς δὲ συνέθεντο νύκτωρ, εἰ κατέλθοιεν λαθόντες, ἀνοίξειν τὰς πύλας καὶ δέξεσθαι πᾶν τὸ γένος ἔνδον βασιλέα τε καὶ υἱὸν ἀποδείξειν Ἀντωνίνου, ἐπέδωκεν ἑαυτὴν ἡ πρεσβῦτις, ἑλομένη πάντα κίνδυνον ἀναρρῖψαι μᾶλλον ἢ ἰδιωτεύειν καὶ δοκεῖν ἀπερρῖφθαι: νύκτωρ τε λάθρᾳ τῆς πόλεως ὑπεξῆλθε
σὺν ταῖς θυγατράσι καὶ τοῖς ἐγγόνοις. καταγαγόντων τε αὐτοὺς τῶν προσφυγόντων στρατιωτῶν γενόμενοι πρὸς τῷ τείχει τοῦ στρατοπέδου ῥᾷστα ὑπεδέχθησαν: εὐθέως τε τὸν παῖδα πᾶν τὸ στρατόπεδον Ἀντωνῖνον προσηγόρευσαν, τῇ τε πορφυρᾷ χλαμύδι περιβαλόντες εἶχον ἔνδον. πάντα δὲ τὰ ἐπιτήδεια καὶ παῖδας καὶ γυναῖκας, ὅσα τε εἶχον ἐν κώμαις ἢ ἀγροῖς τοῖς πλησίον, εἰσκομίσαντες, τάς τε πύλας ἀποκλείσαντες, παρεσκεύαζον ἑαυτοὺς ὡς, εἰ δέοι, ὑπομενοῦντες πολιορκίαν.
ὡς δὲ ταῦτα ἀπηγγέλη τῷ Μακρίνῳ ἐν Ἀντιοχείᾳ διατρίβοντι, ἥ τε φήμη διέδραμεν ἀνὰ τὰ λοιπὰ στρατόπεδα ὅτι τε Ἀντωνίνου υἱὸς εὑρέθη καὶ ὅτι ἡ Ἰουλίας ἀδελφὴ χρήματα δίδωσι, πάντα τὰ λεγόμενα καὶ ἐνδεχόμενα καὶ ἀληθῆ πιστεύσαντες εἶναι τὰς
ψυχὰς ἐξεπτόηντο. ἐνῆγε δ̓ αὐτοὺς καὶ ἀνέπειθεν ἐς πραγμάτων καινοτομίαν τό τε Μακρίνου μῖσος καὶ τὸ Ἀντωνίνου τῆς μνήμης πάθος, καὶ πρό γε ἁπάντων ἡ τῶν χρημάτων ἐλπίς, ὡς πολλοὺς καὶ αὐτομολοῦντας φοιτᾶν πρὸς τὸν νέον Ἀντωνῖνον. ὁ δὲ Μακρῖνος
ἀφεστῶτας. ὡς δ̓ ἦλθεν Ἰουλιανός ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ ἐπάρχᾠ καὶ προσέβαλε τοῖς τείχεσιν, ἔνδοθεν οἱ στρατιῶται ἀνελθόντες ἐπί τε τοὺς πύργους καὶ τὰς ἐπάλξεις τόν τε παῖδα τῷ ἔξωθεν πολιορκοῦντι στρατῷ ἐδείκνυσαν, Ἀντωνίνου υἱὸν εὐφημοῦντες, βαλάντιά τε χρημάτων μεστὰ δέλεαρ προδοσίας αὐτοῖς
ἐδείκνυσαν. οἳ δὲ πιστεύσαντες Ἀντωνίνου τε εἶναι τέκνον καὶ ὁμοιότατόν γε ʽβλέπειν γὰρ οὕτως ἤθελον̓ τοῦ μὲν Ἰουλιανοῦ τὴν κεφαλὴν ἀποτέμνουσι καὶ πέμπουσι τῷ Μακρίνῳ, αὐτοὶ δὲ πάντες ἀνοιχθεισῶν αὐτοῖς τῶν πυλῶν ἐς τὸ στρατόπεδον ἐδέχθησαν. οὕτως ἡ δύναμις αὐξηθεῖσα οὐ μόνον ἦν πρὸς τὸ ἀπομάχεσθαι πολιορκίᾳ ἀλλὰ καὶ πρὸς τὸ συστάδην καὶ ἐξ ἀντιστάσεως ἀγωνίζεσθαι ἀξιόχρεως: ἔτι τε καὶ τῶν αὐτομόλων τὸ πλῆθος ἑκάστοτε, εἰ καὶ κατ̓ ὀλίγους προσιόν, τὴν δύναμιν ηὔξησεν.
ὁ δὲ Μακρῖνος ὡς ταῦτα ἐπυνθάνετο, ἀθροίσας πάντα ὃν εἶχε στρατόν, ἐπῄει ὡς δὴ πολιορκήσων τοὺς ἐκείνῳ προσκεχωρηκότας. ὁ δὲ Ἀντωνῖνος, οὐκ ἀναμενόντων τῶν σὺν αὐτῷ στρατιωτῶν πολιορκηθῆναι, θαρρησάντων δὲ μετὰ πάσης προθυμίας ἐξελθεῖν τε καὶ ὑπαντώμενοι τῷ Μακρίνῳ ἐκ παρατάξεως
ἀγωνίζεσθαι, ἐξάγει τὴν αὑτοῦ δύναμιν. συμμίξαντα δὲ ἀλλήλοις τὰ στρατόπεδα Φοινίκης τε καὶ Συρίας ἐν μεθορίοις, οἱ μὲν ὑπὲρ τοῦ Ἀντωνίνου προθύμως ἠγωνίζοντο, δεδιότες, εἰ ἡττηθεῖεν, τὴν ἐφ̓ οἷς ἔδρασαν τιμωρίαν ἀναδέξασθαι: οἱ δὲ σὺν τῷ Μακρίνῳ ῥᾳθυμότερον προσεφέροντο τῷ ἔργῳ, ἀποδιδράσκοντες