Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ὀπτήσας ἐσιτεῖτο. καὶ πάντων μὲν τῶν πολυτελῶν ἀπείχετο: ὅσα δὲ εὐτελέστατα καὶ τοῖς πενεστάτοις τῶν στρατιωτῶν εὐμαρῆ, τούτοις ἐχρῆτο. συστρατιώτης τε ὑπ̓ αὐτῶν μᾶλλον ἢ βασιλεὺς καλούμενος χαίρειν προσεποιεῖτο. τὰ πλεῖστά τε αὐτοῖς συνώδευε περιπατῶν, σπανίως ὀχήματος ἢ ἵππου ἐπιβαίνων,

τά τε ὅπλα βαστάζων ἑαυτῷ. ἔστι δ̓ ὅτε καὶ τὰ τῶν στρατοπέδων σύμβολα, ἐπιμήκη ὄντα καὶ χρυσοῖς ἀναθήμασι πολλοῖς κεκοσμημένα, μόλις ὑπὸ τῶν γενναιοτάτων στρατιωτῶν φερόμενα ἐπιθεὶς τοῖς ὤμοις ἔφερεν αὐτός. διὰ δὴ ταῦτα καὶ τὰ τούτοις ὅμοια ὡς στρατιωτικὸς ὑπ̓ αὐτῶν ἐφιλεῖτο καὶ ὡς γενναῖος ἐθαυμάζετο: καὶ γὰρ ἦν θαύματος ἄξιον ἐν μικρῷ πάνυ τὸ μέγεθος σώματι γενναίων πόνων ἄσκησις τοσαύτη.

ἐπεὶ δὲ τὰ παρὰ τῷ Ἴστρῳ στρατόπεδα διῴκησε,

p.111
κατῆλθέ τε εἰς Θρᾴκην Μακεδόσι γειτνιῶσαν, εὐθὺς Ἀλέξανδρος ἦν, καὶ τήν τε μνήμην αὐτοῦ παντοίως ἀνενεώσατο, εἰκόνας τε καὶ ἀνδριάντας ἐν πάσαις πόλεσιν ἀναστῆναι ἐκέλευσε, τήν τε Ῥώμην ἐπλήρωσεν ἀνδριάντων καὶ εἰκόνων, ἐν τῷ Καπετωλίῳ καὶ ἐν

ἄλλοις ἱεροῖς, τῆς πρὸς Ἀλέξανδρον συναφείας. ἔσθ̓ ὅπου δὲ καὶ χλεύης εἴδομεν ἀξίας εἰκόνας, ἐν γραφαῖς ἑνὸς σώματος ὑπὸ περιφερείᾳ κεφαλῆς μιᾶς ὄψεις ἡμιτόμους δύο, Ἀλεξάνδρου τε καὶ Ἀντωνίνου. προῄει δὲ αὐτὸς ἐν Μακεδονικῷ σχήματι, καυσίαν τε ἐπὶ τὴν κεφαλὴν φέρων καὶ κρηπῖδας ὑποδούμενος. ἐπιλεξάμενός τε νεανίας καὶ στρατεύσας Μακεδονικὴν ἐκάλει φάλαγγα, τούς τε ἡγουμένους αὐτῆς φέρειν τὰ

τῶν ἐκείνου στρατηγῶν ὀνόματα. ἀπό τε Σπάρτης μεταπεμψάμενος νεανίας Λακωνικὸν καὶ Πιτανάτην λόχον ἐκάλει. ταῦτα δὲ ποιήσας, τά τε ἐν ταῖς πόλεσι διοικήσας ὡς ἐνεδέχετο, ἠπείχθη ἐς Πέργαμον τῆς Ἀσίας, χρήσασθαι βουλόμενος θεραπείαις τοῦ Ἀσκληπιοῦ. ἀφικόμενος δὴ ἐκεῖ, καὶ ἐς ὅσον ἤθελε τῶν ὀνειράτων