Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
ἀκούεσθαι. ὑπισχνεῖται δὲ αὐτοῖς ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας καὶ μοναρχίας ἑκάστῳ μὲν στρατιώτῃ δισχιλίας καὶ πεντακοσίας δραχμὰς Ἀττικάς, προστίθησι δὲ τῷ σιτηρεσίῳ ἄλλο τοῦ τελουμένου ἥμισυ. κελεύει τε ἀπελθόντας αὐτοὺς ἤδη ὑποδέχεσθαι ἔκ τε τῶν ναῶν καὶ τῶν θησαυρῶν τὰ χρήματα, μιᾶς τε ἡμέρας ἀφειδῶς ἐκχέας πάντα ὅσα ἔτεσιν ὀκτωκαίδεκα ὁ Σἑ??ʼῆρος ἤθροισέ τε καὶ κατέκλεισεν ἐξ ἀλλοτρίων
συμφορῶν. οἱ δὲ στρατιῶται τοσοῦτον χρημάτων πλῆθος ἀκούσαντες, καὶ συνέντες τὸ πεπραγμένον ἤδη καὶ τοῦ φόνου διαβοήτου γενομένου ὑπὸ τῶν ἔνδοθεν φευγόντων, μόνον τε αὐτοκράτορα ἀναγορεύουσιν αὐτὸν καὶ τὸν Γέταν καλοῦσι πολέμιον.
ἐπιμείνας δὲ ὁ Ἀντωνῖνος τῆς νυκτὸς ἐκείνης ἐν τῷ νεῷ τοῦ στρατοπέδου, θαρρήσας τε καὶ ταῖς ἐπιδόσεσιν οἰκειωσάμενος τοὺς στρατιώτας, ἐς τὴν σύγκλητον κατῆλθε μετὰ παντὸς τοῦ στρατοῦ, ὡπλισμένου μᾶλλον ἢ ἔθος ἐστὶ βασιλέα προπέμπειν. εἰσελθὼν δὲ καὶ θύσας, τοῦ τε βασιλείου ἐπιβὰς θρόνου,
ἔλεξε τοιάδε. οὐκ ἀγνοῶ μὲν ὅτι πᾶς οἰκείου
πλὴν εἴ τις ὀρθῇ κρίσει καὶ μὴ διαθέσει τῇ πρὸς τὸν πεσόντα τὸ πεπραγμένον λογίζοιτο, τήν τε αἰτίαν αὐτοῦ καὶ τὴν ὑπόθεσιν ἐξετάζοι, εὕροι ἂν ὁμοῦ καὶ εὔλογον καὶ ἀναγκαῖον τὸν μέλλοντα πείσεσθαι δεινὸν ἀμύνασθαι μᾶλλον ἢ ὑπομεῖναι: τῇ μὲν γὰρ συμφορᾷ τοῦ πεσόντος καὶ ἀνανδρίας ψόγος παρακολουθεῖ, ὁ δὲ κρατήσας ἅμα τῷ σεσῶσθαι καὶ δόξαν ἀνδρείας
ἀπηνέγκατο. τὰ μὲν οὖν ἄλλα, ὅσα διὰ δηλητηρίων φαρμάκων καὶ διὰ πάσης ἐνέδρας ἐπεβούλευσέ μοι, ἔνεστιν ὑμῖν καὶ διὰ βασάνων χωρήσασι μαθεῖν: καὶ γὰρ διὰ τοῦτο τοὺς ἐκείνου ἐν τοῖς ὑπηρέταις ἐκέλευσα παρεῖναι, ὅπως εὕρητε τὴν ἀλήθειαν. εἰσὶ δέ τινες αὐτῶν καὶ ἤδη ἐξετασθέντες, καὶ τῆς ἐξετάσεως ἐπακοῦσαι δύνασθε. τὸ δ̓ οὖν τελευταῖον ἐπῆλθέ μοι παρὰ τῇ μητρὶ ὄντι ξιφήρεις ἔχων τινὰς
ἐς τοῦτο παρεσκευασμένους. ὅπερ ἐγὼ προμηθείᾳ πολλῇ καὶ ἀγχινοίᾳ συνεὶς ἠμυνάμην ὡς πολέμιον, ἐπεὶ μήτε γνώμην ἔτι μήτε ὁρμὴν ἔφερεν ἀδελφοῦ. ἀμύνεσθαί τε τοὺς ἐπιβουλεύοντας οὐ μόνον δίκαιον ἀλλὰ καὶ σύνηθες. αὐτὸς γοῦν ὁ τῆσδε τῆς πόλεως κτίστης Ῥωμύλος οὐκ ἤνεγκεν ἀδελφὸν ὑβρίσαντα