Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
μερισθείην. ταῦτα δὲ λέγουσα μετὰ δακρύων καὶ οἰμωγῆς, ἀμφοτέροις τε τὰς χεῖρας περιβάλλουσα καὶ ὑπὸ τὰς ἀγκάλας ἄγουσα, συνάγειν ἐπειρᾶτο. πάντας δὲ οἴκτου καταλαβόντος διελύθη τὸ συνέδριον, ἥ τε
τὸ δὲ μῖσος καὶ ἡ στάσις ηὔξετο. εἴτε γὰρ ἡγεμόνας ἢ ἄρχοντας ἔδει ποιεῖν, ἑκάτερος τὸν ἑαυτοῦ φίλον προάγειν ἤθελεν, εἴτε δικάζοιεν, τὰ ἐναντία ἐφρόνουν, ἐπ̓ ὀλέθρῳ τῶν δικαζομένων ἔσθ̓ ὅτε: πλέον γὰρ ἦν παῤ αὐτοῖς τοῦ δικαίου τὸ φιλόνεικον.
ἔν τε θεάμασι περὶ τὰ ἐναντία ἐσπούδαζον. πάντα τε εἴδη ἐπιβουλῆς ἐξήρτυον, οἰνοχόους τε καὶ ὀψοποιοὺς ἀνέπειθον ἐμβαλεῖν δηλητήρια φάρμακα. οὐ ῥᾳδίως δὲ αὐτῶν οὐδετέρῳ προεχώρει, ἐπειδὴ μετὰ πολλῆς ἐπιμελείας καὶ φρουρᾶς διῃτῶντο. τέλος δὲ μὴ φέρων ὁ Ἀντωνῖνος, ἀλλ̓ ὑπὸ τῆς περὶ τὴν μοναρχίαν ἐπιθυμίας ἐλαυνόμενος, διέγνω δρᾶσαί τι ἢ παθεῖν γενναῖον,
διὰ ξίφους χωρήσας καὶ φόνου: μὴ προχωρούσης γὰρ τῆς λανθανούσης ἐπιβουλῆς ἀναγκαίαν ἡγήσατο τὴν κινδυνώδη τε καὶ ἀπεγνωσμένην ... τῆς μὲν διὰ στοργὴν τοῦ δὲ δἰ ἐπιβουλήν. Γέτας μὲν δὴ καιρίως τρωθείς, προσχέας τὸ αἷμα τοῖς τῆς μητρὸς στήθεσι, μετήλλαξε τὸν βίον: ὁ δ̓ Ἀντωνῖνος κατεργασθέντος αὐτῷ τοῦ φόνου προπηδᾷ τοῦ δωματίου θέων, φερόμενός τε δἰ ὅλων τῶν
βασιλείων ἐβόα μέγαν κίνδυνον ἐκπεφευγέναι μόλις τε σωθῆναι. τούς τε στρατιώτας, οἳ φρουροῦσι τὰ βασίλεια, κελεύει αὐτὸν ἁρπάσαντας ἀπάγειν ἐς τὸ στρατόπεδον, ὡς ἂν σωθῇ ἐκεῖ φυλαχθείς: μείνας γὰρ ἐπὶ τῆς βασιλείου αὐλῆς ἔλεγεν ἀπολεῖσθαι. πιστεύσαντές τε ἐκεῖνοι, τό τε πεπραγμένον ἔνδον οὐκ εἰδότες, θέοντι αὐτῷ καὶ φερομένῳ συνεξέδραμον πάντες. ταραχή τε τὸν δῆμον κατεῖχεν ὁρῶντα περὶ δείλην διὰ μέσης φερόμενον τῆς πόλεως δρόμῳ τὸν
βασιλέα. ὡς δὲ ἐσέπεσεν ἐς τὸ στρατόπεδον ἔς τε τὸν
δὲ ἀνεπαύοντο, πάντες ἐκπλαγέντες συνέθεον. ὃ δὲ προελθὼν τὸ μὲν πραχθὲν εὐθέως οὐχ ὡμολόγησεν, ἐβόα δὲ πεφευγέναι κίνδυνον καὶ ἐπιβουλὴν πολεμίου καὶ ἐχθροῦ, τὸν ἀδελφὸν λέγων, μόλις τε καὶ μετὰ πολλῆς μάχης τῶν ἐχθρῶν κεκρατηκέναι, κινδυνευσάντων δὲ ἀμφοτέρων κἂν ἕνα ἑαυτὸν βασιλέα τετηρῆσθαι ὑπὸ τῆς τύχης. τοιαῦτα δή τινα πλαγίως ἐμφαίνων νοεῖσθαι μᾶλλον ἐβούλετο τὰ πραχθέντα ἢ
ἀκούεσθαι. ὑπισχνεῖται δὲ αὐτοῖς ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας καὶ μοναρχίας ἑκάστῳ μὲν στρατιώτῃ δισχιλίας καὶ πεντακοσίας δραχμὰς Ἀττικάς, προστίθησι δὲ τῷ σιτηρεσίῳ ἄλλο τοῦ τελουμένου ἥμισυ. κελεύει τε ἀπελθόντας αὐτοὺς ἤδη ὑποδέχεσθαι ἔκ τε τῶν ναῶν καὶ τῶν θησαυρῶν τὰ χρήματα, μιᾶς τε ἡμέρας ἀφειδῶς ἐκχέας πάντα ὅσα ἔτεσιν ὀκτωκαίδεκα ὁ Σἑ??ʼῆρος ἤθροισέ τε καὶ κατέκλεισεν ἐξ ἀλλοτρίων
συμφορῶν. οἱ δὲ στρατιῶται τοσοῦτον χρημάτων πλῆθος ἀκούσαντες, καὶ συνέντες τὸ πεπραγμένον ἤδη καὶ τοῦ φόνου διαβοήτου γενομένου ὑπὸ τῶν ἔνδοθεν φευγόντων, μόνον τε αὐτοκράτορα ἀναγορεύουσιν αὐτὸν καὶ τὸν Γέταν καλοῦσι πολέμιον.
ἐπιμείνας δὲ ὁ Ἀντωνῖνος τῆς νυκτὸς ἐκείνης ἐν τῷ νεῷ τοῦ στρατοπέδου, θαρρήσας τε καὶ ταῖς ἐπιδόσεσιν οἰκειωσάμενος τοὺς στρατιώτας, ἐς τὴν σύγκλητον κατῆλθε μετὰ παντὸς τοῦ στρατοῦ, ὡπλισμένου μᾶλλον ἢ ἔθος ἐστὶ βασιλέα προπέμπειν. εἰσελθὼν δὲ καὶ θύσας, τοῦ τε βασιλείου ἐπιβὰς θρόνου,
ἔλεξε τοιάδε. οὐκ ἀγνοῶ μὲν ὅτι πᾶς οἰκείου
πλὴν εἴ τις ὀρθῇ κρίσει καὶ μὴ διαθέσει τῇ πρὸς τὸν πεσόντα τὸ πεπραγμένον λογίζοιτο, τήν τε αἰτίαν αὐτοῦ καὶ τὴν ὑπόθεσιν ἐξετάζοι, εὕροι ἂν ὁμοῦ καὶ εὔλογον καὶ ἀναγκαῖον τὸν μέλλοντα πείσεσθαι δεινὸν ἀμύνασθαι μᾶλλον ἢ ὑπομεῖναι: τῇ μὲν γὰρ συμφορᾷ τοῦ πεσόντος καὶ ἀνανδρίας ψόγος παρακολουθεῖ, ὁ δὲ κρατήσας ἅμα τῷ σεσῶσθαι καὶ δόξαν ἀνδρείας