Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
περατοῦται. ἀπεικάσαι τις ἂν τὸ σχῆμα τοῦ κατασκευάσματος φρυκτωρίοις, ἃ τοῖς λιμέσιν ἐπικείμενα νύκτωρ διὰ τοῦ πυρὸς ἐς ἀσφαλεῖς καταγωγὰς τὰς ναῦς χειραγωγεῖ: φάρους τε αὐτὰ οἱ πολλοὶ καλοῦσιν. ἐς δὴ τὸ οἴκημα τὸ δεύτερον ἀνακομίσαντες τὴν κλίνην τιθέασιν, ἀρώματά τε καὶ θυμιάματα πάντα ὅσα γῆ φέρει, εἴ τέ τινες καρποὶ ἢ πόαι χυμοί τε συμβαλλόμενοι πρὸς εὐωδίαν, ἀνακομίζονται καὶ σωρηδὸν
χέονται: οὔτε γὰρ ἔθνος οὔτε πόλις τις οὔτε τῶν ἐν ἀξιώσει ἢ τιμῇ ἔστιν ὃς μὴ δῶρα ταῦτα ὕστατα πέμπει φιλοτίμως ἐς τιμὴν τοῦ βασιλέως. ἐπὰν δὲ μέγιστον χῶμα ἀρθῇ τῶν ἀρωμάτων πᾶς τε ὁ τόπος πληρωθῇ, ἱππασία περὶ τὸ κατασκεύασμα ἐκεῖνο γίνεται, πᾶν τε τὸ ἱππικὸν τάγμα περιθεῖ κύκλῳ μετά τινος εὐταξίας καὶ ἀνακυκλώσεως πυρριχίῳ δρόμῳ
καὶ ῥυθμῷ. ἅρματά τε περιέρχεται ὁμοίᾳ εὐταξίᾳ, φέροντα τοὺς ἐφεστῶτας ἠμφιεσμένους μὲν τὰς περιπορφύρους ἐσθῆτας, προσωπεῖα δὲ περικειμένους εἰκόνας ἔχοντα ὅσοι Ῥωμαίων ἐνδόξως ἐστρατήγησαν ἢ ἐβασίλευσαν. τούτων δὲ συντελεσθέντων λαβὼν λαμπάδα ὁ τὴν βασιλείαν διαδεξάμενος προσφέρει τῷ οἰκήματι, οἵ τε λοιποὶ πανταχόθεν πῦρ ἐπιτιθέασι: πάντα δὲ ῥᾷστα ἀνάπτεται εὐμαρῶς ὑπὸ τοῦ πυρός, φρυγάνων τε πλήθους καὶ θυμιαμάτων ἐπινηθέντος.
ἐκ δὲ τοῦ τελευταίου καὶ βραχυτάτου κατασκευάσματος, ὥσπερ ἀπό τινος ἐπάλξεως, ἀετὸς ἀφίεται σὺν
ταύτην δὴ τὴν τιμὴν ἐκθειάσαντες οἱ παῖδες τὸν πατέρα ἐπανῆλθον ἐς τὰ βασίλεια. ἐξ ἐκείνου δὲ ἐστασίαζον πρὸς ἀλλήλους, ἐμίσουν τε καὶ ἐπεβούλευον: πάντα τε ἔπραττεν ἑκάτερος πειρώμενος τὸν ἀδελφὸν ἀποσκευάσασθαι ἐς αὑτόν τε μόνον περιαγαγεῖν
τὴν ἀρχήν. ἐμερίζοντο δὲ καὶ πάντων αἱ γνῶμαι, ὅσοι ἐν ἀξιώσει ἢ τιμῇ τινὶ ἦσαν κατὰ τὴν πόλιν: ἰδίᾳ γὰρ αὐτῶν ἑκάτερος ἐπέστελλέ τε λανθάνων καὶ ᾠκειοῦτο, μεγάλαις ὑποσχέσεσι πρὸς αὑτὸν ἀνθέλκων. καὶ τό γε πλεῖστον μέρος ἐς τὸν Γέταν ἔβλεπε: φαντασίαν γάρ τινα ἐπιεικείας ἐπεδείκνυτο, μέτριόν τε καὶ πρᾶον ἑαυτὸν τοῖς προσιοῦσι παρεῖχεν,
ἐπιτηδεύμασί τε σπουδαιοτέροις ἐχρῆτο, προσιέμενός τε τοὺς ἐπὶ παιδείᾳ ἐπαινουμένους, ἐσπουδακώς τε περὶ παλαίστραν καὶ γυμνάσια ἐλεύθερα: χρηστός τε ὢν καὶ φιλάνθρωπος τοῖς συνοῦσι, φήμῃ καὶ δόξῃ ἀρίστῃ πλείους ἐς εὔνοιαν καὶ φιλίαν προυκαλεῖτο. ὁ δ̓ Ἀντωνῖνος ἐμβριθῶς τὰ πάντα καὶ θυμοειδῶς