Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
ἔθος γάρ ἐστι Ῥωμαίοις ἐκθειάζειν βασιλέων τοὺς ἐπὶ παισὶ διαδόχοις τελευτήσαντας: τήν τε τοιαύτην τιμὴν ἀποθέωσιν καλοῦσι. μεμιγμένον δέ τι πένθος ἑορτῇ καὶ θρησκείᾳ κατὰ πᾶσαν τὴν πόλιν
δείκνυται. τὸ μὲν γὰρ σῶμα τοῦ τελευτήσαντος πολυτελεῖ κηδείᾳ καταθάπτουσιν ἀνθρώπων νόμῳ: κηροῦ δὲ πλασάμενοι εἰκόνα πάντα ὁμοίαν τῷ τετελευτηκότι
ἐκείνη ἐν σχήματι νοσοῦντος πρόκειται ὠχριῶσα. τῆς δὲ κλίνης ἑκατέρωθεν καθέζονται ἐπὶ πλεῖστον τῆς ἡμέρας ἐν μὲν τῷ λαιῷ μέρει πᾶσα ἡ σύγκλητος, μελαίναις ἐφεστρίσι χρώμενοι, ἐν δὲ τῷ δεξιῷ γυναῖκες πᾶσαι ὅσαις ἀνδρῶν ἢ πατέρων ἀξίωμα τιμῆς ἐνδόξου μεταδίδωσιν. οὔτε δὲ χρυσοφοροῦσά τις αὐτῶν ὁρᾶται οὔτε περιδεραίοις κοσμουμένη, ἀλλὰ λιτὰς ἐσθῆτας λευκὰς ἀμφιεννύμεναι σχῆμα παρέχουσι λυπουμένων.
ἑπτὰ μὲν οὖν ἡμερῶν τὰ εἰρημένα ἐπιτελεῖται: ἰατροί τε εἰσιόντες ἑκάστοτε προσίασι τῇ κλίνῃ, καὶ δῆθεν ἐπισκεψάμενοι τὸν νοσοῦντα χαλεπώτερον ἔχειν ἀπαγγέλλουσιν ἑκάστοτε. ἐπὰν δὲ δόξῃ τετελευτηκέναι, τὴν μὲν κλίνην ἀράμενοι τοῦ τε ἱππικοῦ τάγματος εὐγενέστατοι καὶ τῆς συγκλήτου ἐπίλεκτοι νεανίαι κατακομίζουσι διὰ τῆς ἱερᾶς ὁδοῦ, ἔς τε τὴν ἀρχαίαν ἀγορὰν προτιθέασιν, ἔνθα οἱ Ῥωμαίων ἄρχοντες
τὰς ἀρχὰς ἀπόμνυνται. ἑκατέρωθεν δὲ βάθρα τινὰ σύγκειται ἐν κλίμακος σχήματι, καὶ ἐπὶ μὲν θατέρου μέρους τῶν εὐγενεστάτων καὶ εὐπατριδῶν χορὸς ἕστηκε παίδων, ἐν δὲ τῷ ἀντικειμένῳ γυναικῶν τῶν ἐν ἀξιώσει εἶναι δοκουσῶν: ᾅδουσι δὲ ἑκάτεροι ὕμνους τε καὶ παιᾶνας ἐς τὸν τετελευτηκότα, σεμνῷ