Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ὁ δὲ Μακρῖνος συνεὶς ὅτι οὐκ ἄλλως Ἀρτάβανος ἐκθύμως τε μάχεται καὶ προσμένει ἀλλ̓ ἢ οἰόμενος Ἀντωνίνῳ μάχεσθαι, εἰωθότων ἀεὶ τῶν βαρβάρων ῥᾷστα ἀποκάμνειν ἐθελοκακεῖν τε, εἰ μή τι ἐν ταῖς

πρώταις ὁρμαῖς κατορθώσουσι, τότε δὲ προσμενόντων ὡς ἂν τὴν μάχην ἀνανεώσαιντο μετὰ τὴν τῶν νεκρῶν ἀναίρεσίν τε καὶ κατάφλεξιν, οὐκ οἰομένων τεθνηκέναι τὸν τῆς ἔχθρας αἴτιον, πέμπει πρεσβείαν

p.125
ἐπιστέλλει τε τῷ Παρθυαίῳ, λέγων τὸν μὲν περὶ τὰς σπονδὰς καὶ τοὺς ὅρκους ἀδικήσαντα βασιλέα τεθνηκέναι δίκας τε ἀξίας ὧν ἔδρασε δεδωκέναι, Ῥωμαίους δέ, ὧν ἐστὶν ἡ ἀρχή, ἑαυτῷ τὰ τῆς βασιλείας ἐγκεχειρικέναι:

μήτε δὲ ἀρέσκεσθαι τοῖς πραχθεῖσιν, αἰχμαλώτους τε τοὺς περιόντας ἀποδοῦναι, χρήματά τε ὅσα ἡρπάγη ἀποτῖσαι, φίλῳ τε ἀντὶ ἐχθροῦ χρῆσθαι καὶ τὴν εἰρήνην ὅρκοις καὶ σπονδαῖς βεβαιῶσαι. ὁ δὲ Ἀρτάβανος ταῦτά τε ἀναγνοὺς καὶ διδαχθεὶς ὑπὸ τῶν πρέσβεων περὶ τῆς Ἀντωνίνου ἀναιρέσεως, αὐτάρκη τιμωρίαν τὸν παρασπονδήσαντα δεδωκέναι νομίζων,

τοῦ τε στρατοῦ αὑτῷ τετρυχωμένου, ἀγαπῶν τε τοὺς αἰχμαλώτους καὶ τὰ χρήματα ἀναιμωτὶ ἀπολαβεῖν, σπεισάμενος εἰρήνην πρὸς τὸν Μακρῖνον ἐς τὰ ἑαυτοῦ ἐπανέρχεται. ὃ δὲ τόν τε στρατὸν ἀπαλλάξας τῆς ἐν Μεσοποταμίᾳ διατριβῆς ἐς τὴν Ἀντιόχειαν ἠπείγετο.

Ὅπως μὲν δὴ ὁ Ἀντωνῖνος ἦρξέ τε καὶ ἐτελεύτησε, δεδήλωται ἐν τῷ πρὸ τούτου συγγράμματι ἥ τε πρὸ τούτου ἐπιβουλὴ καὶ διαδοχή: γενόμενος δὲ ἐν τῇ Ἀντιοχείᾳ ὁ Μακρῖνος ἐπιστέλλει τῷ τε δήμῳ Ῥωμαίων

καὶ τῇ συγκλήτῳ, λέγων τοιάδε. ἐν εἰδόσι μὲν ὑμῖν τοῦ τε βίου μου τὴν ἐξ ἀρχῆς προαίρεσιν τοῦ τε τρόπου τὸ πρὸς χρηστότητα ἐπιρρεπές, καὶ τὸ πρᾶον τῆς διοικηθείσης πρότερον πράξεως, οὐ πολύ τι ἐξουσίας καὶ δυνάμεως βασιλικῆς ἀποδεούσης, ὅπου γε καὶ αὐτὸς ὁ βασιλεὺς τοῖς ἐπάρχουσι τῶν στρατοπέδων πεπίστευται, περιττὸν νομίζω μακρηγορεῖν.

p.126
ἴστε γάρ με καὶ οἷς ἐκεῖνος ἔπραττεν οὐκ ἀρεσκόμενον, καὶ προκινδυνεύσαντα ὑμῶν ἐν οἷς πολλάκις ταῖς τυχούσαις διαβολαῖς πιστεύων ἀφειδῶς ὑμῖν