Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
ὡς δὴ θύσας τῇ θεῷ ἐπανέλθοι. κατὰ δὲ τὴν μέσην ὁδὸν ἐπειχθεὶς ὑπὸ τῆς γαστρός, ἀποστῆναί τε πάντας κελεύσας, ἀνεχώρει σὺν ἑνὶ ὑπηρέτῃ ἀποσκευασόμενος τὰ ἐνοχλοῦντα. πάντες τοίνυν ἀπεστράφησαν καὶ ὡς πορρωτάτω ἀπῄεσαν, τιμὴν καὶ αἰδῶ
τῷ γινομένῳ νέμοντες. ὁ δὲ Μαρτιάλιος τοὺς καιροὺς πάντας παραφυλάττων, ἰδών τε αὐτὸν μεμονωμένον, ὡς δὴ κληθεὶς ὑπ̓ αὐτοῦ νεύματι ἐρῶν τι ἢ ἀκουσόμενος, προστρέχει, ἐπιστάς τε αὐτῷ τὰς ἐσθῆτας τῶν μηρῶν καθέλκοντι, ἀπεστραμμένον παίει ξιφιδίῳ, ὃ μετὰ χεῖρας ἔφερε λανθάνων. καιρίου δὲ τῆς πληγῆς ἐπὶ τῆς κατακλεῖδος γενομένης ἀπροσδοκήτως
τε καὶ ἀφυλάκτως ὁ Ἀντωνῖνος ἀνῃρέθη. πεσόντος δὲ αὐτοῦ πηδήσας ἵππῳ ἔφυγεν ὁ Μαρτιάλιος. Γερμανοὶ δὲ ἱππεῖς, οἷς ὁ Ἀντωνῖνος ἔχαιρε φρουροῖς τε τοῦ σώματος ἐχρῆτο, οὐ τοσοῦτον ἀφεστῶτες ὅσον οἱ λοιποί, πρῶτοί τε ἰδόντες τὸ γενόμενον, διώξαντες
τὸν Μαρτιάλιον κατηκόντισαν. ὡς δὲ καὶ ὁ λοιπὸς στρατὸς εἶδε τὸ πραχθέν, πάντες συνέδραμον,
Μαρτιάλιον οἰκείαν ἔχθραν ἀμύνασθαι. καὶ οἳ μὲν ἕκαστος ἐς τὰς σκηνὰς ἐπανῇσαν: ὁ δὲ Μακρῖνος πυρὶ παραδοὺς τὸ σωμάτιον, τήν τε κόνιν κάλπῃ τινὶ ἐμβαλών, ἔπεμψε τῇ μητρὶ αὐτοῦ καταθάψαι, ἐν Ἀντιοχείᾳ διατριβούσῃ. ἐκείνη δὲ ἐπὶ ταῖς τῶν παίδων ὁμοίαις συμφοραῖς εἴτε ἑκοῦσα εἴτε κελευσθεῖσα ἀπεκαρτέρησε. τοιούτῳ μὲν δὴ τέλει ἐχρήσατο ὁ Ἀντωνῖνος καὶ ἡ μήτηρ Ἰουλία, βιώσαντες ὡς προείρηται. πᾶς δὲ ὁ χρόνος ἐν ᾧ μόνος ἐβασίλευσεν ἄνευ τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ, ἐν ἓξ ἔτεσι συνετελέσθη.
τελευτήσαντος δὲ τοῦ Ἀντωνίνου ἐν ἀφασίᾳ τε ἦν ὁ στρατὸς καὶ ἀπορίᾳ τοῦ πρακτέου: ἔμεινάν τε ἡμερῶν δύο ἀβασίλευτοι, ἐζήτουν τε ὃν ἐπιλέξονται ἄρχοντα. καὶ γὰρ ἠγγέλλετο μετὰ πολλοῦ πλήθους καὶ δυνάμεως ἐπιὼν ὁ Ἀρτάβανος, δίκας ἀπαιτήσων τιμωρήσων τε τοῖς ἐν σπονδαῖς καὶ εἰρήνῃ ἀνῃρημένοις.