Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

σὺν αὑτῷ, ὡς φανείη φοβερώτερος. ἀνύσας δὴ πολλῷ τὴν ὁδοιπορίαν τάχει, ὥσπερ ἦν ἔθος αὐτῷ, χαλεπαίνων πρὸς ἔτι περιόντας τοὺς ἐκείνου φίλους ἐς τὴν Ῥώμην εἰσήλασεν. ὁ δὲ δῆμος αὐτὸν δαφνηφορῶν μετὰ πάσης τιμῆς καὶ εὐφημίας ὑπεδέξατο, ἥ τε σύγκλητος προσηγόρευσαν, οἱ πλεῖστοι ἐν μεγίστῳ δέει καθεστῶτες, λογιζόμενοι ὅτι αὐτῶν οὐ φείσεται, φύσει μὲν ὢν ἐχθρὸς χαλεπώτατος καὶ μικρᾶς προφάσεως δεόμενος ἐς τὸ ἀδικῆσαι, τότε δὲ δοκῶν καὶ

εὐλόγους ἔχειν αἰτίας. ὁ δ̓ οὖν Σἑ??ʼῆρος ἐς τὸ τοῦ Διὸς τέμενος ἀνελθὼν καὶ τὰς λοιπὰς τελέσας ἱερουργίας ἐπανῆλθεν ἐς τὰ βασίλεια, καὶ τῷ δήμῳ προύθηκεν ἐπὶ ταῖς νίκαις μεγίστας νομάς. τοῖς τε στρατιώταις ἐπέδωκε χρήματα πλεῖστα, ἄλλα τε πολλὰ συνεχώρησεν

ἃ μὴ πρότερον εἶχον: καὶ γὰρ τὸ σιτηρέσιον πρῶτος ηὔξησεν αὐτοῖς, καὶ δακτυλίοις χρυσοῖς χρήσασθαι ἐπέτρεψε γυναιξί τε συνοικεῖν, ἅπερ ἅπαντα σωφροσύνης στρατιωτικῆς καὶ τοῦ πρὸς τὸν πόλεμον ἑτοίμου τε καὶ εὐσταλοῦς ἀλλότρια ἐνομίζετο. καὶ πρῶτός γε ἐκεῖνος τὸ πάνυ αὐτῶν ἐρρωμένον καὶ τὸ

p.84
σκληρὸν τῆς διαίτης τό τε εὐπειθὲς πρὸς τοὺς πόνους καὶ εὔτακτον μετ̓ αἰδοῦς πρὸς ἄρχοντας ἐπανέτρεψε, χρημάτων τε ἐπιθυμεῖν διδάξας καὶ μεταγαγὼν ἐς τὸ ἁβροδίαιτον.

διοικήσας δὲ ταῦτα, ὡς ᾤετο, ἄριστα, κατελθὼν ἐς τὴν σύγκλητον βουλήν, ἀνελθών τε ἐς τὸν βασίλειον θρόνον, πικρῶς κατηγόρησε τῶν Ἀλβίνου φίλων, ὧν μὲν ἐπιστολὰς προκομίζων ἀπορρήτους, ἃς ἐν τοῖς ἐκείνου ἀποθέτοις εὗρε γράμμασιν, οἷς δὲ δῶρα ὀνειδίζων πεμφθέντα ἐκείνῳ πολυτελέστερα: ἄλλοις δὲ ἄλλας ἐπιφέρων αἰτίας, τοῖς μὲν ἐξ ἀνατολῆς ἀνθρώποις φιλίαν Νίγρου τοῖς δ̓ ἐπὶ θάτερα

γνῶσιν Ἀλβίνου, πάντας τοὺς ἐξέχοντας τότε τῆς συγκλήτου βουλῆς καὶ τοὺς κατὰ ἔθνη πλούτῳ ἢ γένει ὑπερέχοντας ἀφειδῶς ἀνῄρει, ὡς μὲν προσεποιεῖτο, χαλεπαίνων πρὸς ἐχθρούς, τὸ δ̓ ἀληθές, ὑπερβαλλούσης ἐν αὐτῷ φιλοχρηματίας: οὐδεὶς γοῦν βασιλέων

οὕτω χρημάτων ἡττήθη. ὡς γὰρ καρτερίᾳ ψυχῆς καὶ ἀνεξικακίᾳ πόνων διοικήσει τε στρατιωτικῶν πραγμάτων οὐδενὸς τῶν ἐπαινουμένων ἀπελείπετο, οὕτως ἐν αὐτῷ ἐπλήθυνε τὸ φιλοχρήματον ἐξ ἀδικίας, φονῶν ἐκ τῆς τυχούσης αἰτίας. φόβῳ γοῦν

ἦρξε μᾶλλον τῶν ἀρχομένων ἢ εὐνοίᾳ. τῷ μέντοι δήμῳ ἐπειρᾶτο ποιεῖν κεχαρισμένα: καὶ γὰρ θέας πολυτελεῖς καὶ παντοδαπὰς συνεχῶς ἐπετέλει, καὶ θυρίων ἑκατοντάδας ἀνεῖλε πολλάκις τῶν ἀπὸ πάσας γῆς ἡμετέρας τε καὶ βαρβάρου, νομάς τε μεγαλοφῥ??ʼνως ἐπεδίδου. ἐπετέλεσε δὲ καὶ ἐπινίκιον ἀγῶνα, τὁ??ʼς πανταχόθεν μούσης τε ὑποκριτὰς καὶ ἀνδρείας μαθ̔??ʼτὰς μεταπεμψάμενος. εἴδομεν δὲ ἐπ̓ αὐτοῦ καὶ θἕ??ʼς τινῶν παντοδαπῶν θεαμάτων ἐν πᾶσι θεάτροις ὁμ̔??ʼ, ἱερουργίας τε καὶ παννυχίδας ἐπιτελεσθείσας ἐς μ̔??ʼστηρίων

p.85
ζῆλον: αἰωνίους δὲ αὐτὰς ἐκάλουν οἱ τότε, ἀκούοντες τριῶν γενεῶν διαδραμουσῶν ἐπιτελεῖσθαι. κήρυκες γοῦν κατά τε τὴν Ῥώμην καὶ τὴν Ἰταλίαν διεφοίτων καλοῦντες ἥκειν καὶ θεάσασθαι πάντας ἃ μήτε εἶδον μήτε ὄψονται. οὕτως ὁ μεταξὺ χρόνος τῆς παρελθούσης ἑορτῆς καὶ τῆς μελλούσης ἐδηλοῦτο, πᾶσαν ἡλικίαν ἀνθρώπων ὑπερβαίνων.

διατρίψας δὲ ἱκανοὺς χρόνους ἐν τῇ Ῥώμῃ, τούς τε υἱεῖς αὑτοῦ κοινωνοὺς τῆς βασιλείας καὶ αὐτοκράτορας ἀποδείξας, βουλόμενος δόξαν ἄρασθαι νίκης μὴ μόνον ἐμφυλίου τε καὶ κατὰ Ῥωμαϊκῶν στρατοπέδων, ἐφ̓ ᾗ καὶ θριαμβεῦσαι ᾐδέσθη, ἀλλὰ καὶ κατὰ βαρβάρων ἐγεῖραι τρόπαια, πρόφασιν ποιούμενος τὴν Βαρσημίου τοῦ Ἀτρηνῶν βασιλέως πρὸς Νίγρον φιλίαν

ἐστράτευσεν ἐπὶ τὴν ἀνατολήν. παριὼν δὲ καὶ τὴν Ἀρμενίαν καταδραμεῖν ἠθέλησε: φθάσας δὲ ὁ τῶν Ἀρμενίων βασιλεὺς χρήματά τε αὐτῷ καὶ δῶρα ὁμήρους τε ἱκετεύων ἔπεμψε, σπονδὰς καὶ εὔνοιαν ὑπισχνούμενος. ὁ δὲ Σἑ??ʼῆρος τῶν ἐν Ἀρμενίᾳ προχωρούντων κατὰ γνώμην ἐπὶ τὴν Ἀτρηνῶν ἠπείγετο. προσέφυγε δὲ αὐτῷ καὶ ὁ Ὀσροηνῶν βασιλεὺς Αὔγαρος, τούς τε παῖδας ὁμηρεύειν ἐς ἀσφάλειαν πίστεως ἐξέδωκε, τοξότας τε πλείστους συμμάχους ἤγαγεν.

ὁ δὲ Σἑ??ʼῆρος διαβὰς τὴν τῶν ποταμῶν μέσην γῆν τε καὶ Ἀδιαβηνῶν χώραν, ἐπέδραμε καὶ τὴν εὐδαίμονα Ἀραβίαν: φέρει γὰρ πόας εὐώδεις, αἷς ἀρώμασι καὶ θυμιάμασι χρώμεθα. πολλὰς δὲ κώμας καὶ πόλεις πορθήσας τήν τε χώραν λεηλατήσας, ἐλθὼν ἐς τὴν Ἀτρηνῶν χώραν, προσκαθεζόμενος τὰς Ἄτρας

ἐπολιόρκει. ἦν δὲ πόλις ἐπ̓ ἄκρας ὑψηλοτάτης ὄρους, τείχει μεγίστῳ καὶ γενναίῳ περιβεβλημένη, πλήθει τε

p.86
ἀνδρῶν τοξοτῶν ἀκμάζουσα. ὁ δὲ τοῦ Σἑ??ʼήρου στρατὸς προσκαθεζόμενος ἐπολιόρκει παντὶ σθένει, πειρώμενος τὴν πόλιν ἐξελεῖν: μηχαναί τε παντοδαπαὶ προσήγοντο τῷ τείχει, καὶ οὐδὲν παρελείπετο εἶδος

πολιορκίας. οἱ δὲ Ἀτρηνοὶ γενναίως ἀπεμάχοντο, τόξοις τε καὶ λίθοις ἄνωθεν βάλλοντες οὐ μικρῶς ἐλύπουν τὸν τοῦ Σἑ??ʼήρου στρατόν. σκεύη τε κεράμου πεποιημένα πληροῦντες πτηνῶν, μικρῶν μὲν ἰοβόλων δὲ θηρίων, ἐπέβαλλον αὐτοῖς: τὰ δὲ ἐμπίπτοντα ταῖς ὄψεσι, καὶ εἴ τί που παραγεγύμνωτο τοῦ σώματος, λανθάνοντα καὶ παρεισιόντα τιτρώσκοντά τε