Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

τοιαῦτά τινα εἰπόντος τοῦ Σἑ??ʼήρου ὁ στρατὸς ἅπας τὸν μὲν Ἀλβῖνον πολέμιον ἀνηγόρευσεν, εὐφημήσαντες δὲ τὸν Σἑ??ʼῆρον, πᾶσάν τε προθυμίαν διὰ τῆς βοῆς ὑποσχόμενοι, ἔτι καὶ μᾶλλον παρώρμησαν

p.80
αὐτὸν ἀγαθάς τε ὑπέφηναν τὰς ἐλπίδας. ὃ δὲ ἐπιδοὺς αὐτοῖς μεγαλοφρόνως δωρεάς, τῆς ἐπὶ τὸν Ἀλβῖνον

ὁδοῦ εἴχετο. ἔπεμψε δὲ καὶ τοὺς τὸ Βυζάντιον πολιορκήσοντας: ἔμενε γὰρ ἔτι κεκλεισμένον, τῶν στρατηγῶν τοῦ Νίγρου ἐκεῖσε καταφυγόντων. ὅπερ ἑάλω ὕστερον λιμῷ, πᾶσά τε ἡ πόλις κατεσκάφη, καὶ θεάτρων τε καὶ λουτρῶν παντός τε κόσμου καὶ τιμῆς ἀφαιρεθὲν τὸ Βυζάντιον κώμη δουλεύειν Περινθίοις δῶρον ἐδόθη, ὥσπερ καὶ Ἀντιόχεια Λαοδικεῦσιν. ἔπεμψε δὲ καὶ χρήματα πλεῖστα ἐς ἀνοικισμὸν τῶν

πόλεων ἃς ἦν λυμηνάμενος ὁ Νίγρου στρατός. αὐτὸς δὲ τῆς ὁδοῦ εἴχετο, μηδεμίαν ἀνοχὴν ἀναπαύλης διδοὺς μήτε ἑορταῖς μήτε καμάτοις, κρύους καὶ θάλπους ὁμοίως καταφρονῶν. πολλάκις γοῦν διὰ τῶν δυσχειμέρων καὶ ὑψηλοτάτων ὀρῶν τὴν ὁδοιπορίαν ποιούμενος ὑπὸ νιφετοῖς καὶ χιόσιν ἀκαλύπτῳ τῇ κεφαλῇ ὡδοιπόρει, προθυμίας καὶ ἀνδρείας τὸ ἐνδόσιμον τοῖς στρατιώταις ἔργῳ διδούς, ὡς μὴ μόνον αὐτοὺς φόβῳ καὶ νόμῳ ἀντέχειν πρὸς τοὺς καμάτους, ἀλλὰ καὶ μιμήσει καὶ ζήλῳ τοῦ βασιλέως. ἔπεμψε δὲ καὶ στρατὸν δυνάμεως τὸν τὰ στενὰ τῶν Ἄλπεων καταληψόμενον καὶ φρουρήσοντα τῆς Ἰταλίας τὰς εἰσβολάς.

ὡς δὲ ἀπηγγέλη τῷ Ἀλβίνῳ μὴ μέλλων ὁ Σἑ??ʼῆρος ἀλλ̓ ἤδη παρεσόμενος, ὑπτιάζοντι καὶ τρυφῶντι μεγάλην ταραχὴν ἐνέβαλε. περαιωθεὶς δὲ ἀπὸ τῆς Βρεττανίας ἐς τὴν ἀντικειμένην Γαλλίαν ἐστρατοπέδευσεν. ἔπεμψέ τε ἐς πάντα τὰ γειτνιῶντα ἔθνη, τοῖς τε ἡγουμένοις ἐπέστειλε χρήματά τε πέμπειν καὶ τροφὰς τῷ στρατῷ. καὶ οἱ μὲν πεισθέντες ἔπεμψαν ὀλεθρίως: ὕστερον γὰρ ἐκολάσθησαν: ὅσοι δὲ οὐκ ἐπίστευσαν εὐτυχῶς μᾶλλον γνόντες ἢ εὐβούλως, ἐσώθησαν.

p.81
ἡ γὰρ ἀπόβασις καὶ ἡ τύχη τοῦ πολέμου τὰς

ἑκατέρων γνώμας ἔκρινεν. ἀφικομένης δὲ τῆς τοῦ Σἑ??ʼήρου δυνάμεως ἐς τὴν Γαλλίαν γεγόνασι μέν τινες ἀκροβολισμοὶ καθ̓ ἕτερα χωρία, ἡ δὲ τελευταία περὶ Λούγδουνον, μεγάλην πόλιν καὶ εὐδαίμονα, ἐν ᾗ κατακλείσας ἑαυτὸν ὁ Ἀλβῖνος ἔμενε, τὸν δὲ στρατὸν ἐς τὴν μάχην ἐξέπεμψε. γενομένης δὲ συμβολῆς καρτερᾶς ἐπὶ πλεῖστον μὲν ἰσόρροπος ἔμενεν ἑκατέροις τῆς νίκης ἡ τύχη. καὶ γὰρ οἱ Βρεττανοὶ ἀνδρείᾳ τε καὶ θυμῷ φονικῷ οὐδὲν τῶν Ἰλλυριῶν ἀπολείπονται: γενναίων οὖν στρατῶν μαχομένων, οὐδετέρων

ῥᾳδία ἦν ἡ τροπή. ὡς δέ τινες τῶν τότε ἱστόρησαν, οὐ πρὸς χάριν ἀλλὰ πρὸς ἀλήθειαν λέγοντες, πολύ τι ὑπερέσχεν ἡ φάλαγξ τοῦ Ἀλβίνου στρατοῦ, καθ̓ ὃ μέρος τέτακτο ὁ Σἑ??ʼῆρος καὶ ὁ σὺν αὐτῷ στρατός, ὡς φυγεῖν τε αὐτὸν καὶ τοῦ ἵππου ἐκπεσεῖν, ἀπορρίψαντα δὲ τὴν χλαμύδα τὴν βασιλικὴν λαθεῖν. ἤδη δὲ διωκόντων καὶ παιωνιζόντων τῶν Βρεττανῶν ὡς δὴ νενικηκότων, ἐπιφανῆναι Λαῖτον, στρατηγὸν ὄντα Σἑ??ʼήρου, σὺν τῷ στρατῷ οὗ ἦρχεν, ἀκμῆτί τε

ὄντι καὶ ἔξω μάχης γεγονότι. διαβάλλουσι δὲ αὐτὸν ὡς καραδοκήσαντα τὴν ἀπόβασιν τῆς μάχης καὶ ἑκόντα βραδύναντα, τὸν δὲ ὑφ̓ ἑαυτῷ στρατὸν ἀκμῆτα τηρήσαντα, τὴν ἀρχὴν ἑαυτῷ μνώμενον, τότε ἐπιφανῆναι ὅτε ἔμαθε τὸν Σἑ??ʼῆρον πεπτωκότα. πιστοῦται δὲ τὴν διαβολὴν ταύτην ἡ ἀπόβασις: ὕστερον γὰρ ὁ Σἑ??ʼῆρος, μετὰ τὸ πάντα κατορθῶσαι καὶ εἶναι ἐν ἀμερίμνῳ βίῳ, τοὺς μὲν ἄλλους πάντας στρατηγοὺς αὑτοῦ μεγάλως ἠμείψατο, τὸν δὲ Λαῖτον μόνον, ὡς

εἰκός, μνησικακήσας διεχρήσατο. ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο, τότε δ̓ οὖν, ὡς προείρηται, τοῦ Λαίτου ἐπιφανέντος σὺν νεαρῷ στρατῷ οἱ μὲν τοῦ

p.82
Σἑ??ʼήρου ἐπερρώσθησαν, τόν τε Σἑ??ʼῆρον τοῦ ἵππου