Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

διοικήσας δὲ ὁ Σἑ??ʼῆρος τὰ ἐπὶ τῆς ἀνατολῆς, ὡς ᾤετο, ἄριστα καὶ ἑαυτῷ λυσιτελέστατα, ἠθέλησεν εὐθέως ὁρμῆσαι ἐπὶ τὸν Ἀτρηνῶν βασιλέα ἔς τε τὴν Παρθυαίων γῆν διαβῆναι: ἐνεκάλει γὰρ ἀμφοτέροις φιλίαν Νίγρου. ἀλλὰ ταῦτα μὲν ἐς ὕστερον ἀνέθετο, πρῶτον δὲ πᾶσαν τὴν ἀρχὴν Ῥωμαίων ἐς ἑαυτὸν καὶ τοὺς παῖδας μεταγαγεῖν καὶ βεβαιώσασθαι ἠθέλησε.

καθῃρημένου γὰρ τοῦ Νίγρου ὀχληρὸς καὶ περιττὸς

p.77
αὐτῷ ὁ Ἀλβῖνος ἐνομίζετο: ἔτι τε καὶ ἤκουεν αὐτὸν βασιλικώτερον ἐντρυφῶντα τῷ τοῦ Καίσαρος ὀνόματι, πολλούς τε, μάλιστα τοὺς ἐξέχοντας τῆς συγκλήτου βουλῆς, ἰδίᾳ καὶ κρύβδην ἐπιστέλλοντας αὐτῷ, ἔς τε τὴν Ῥώμην ἐλθεῖν πείθοντας ἀπόντος καὶ ἀσχολουμένου τοῦ Σἑ??ʼήρου. ᾑροῦντο γὰρ οἱ εὐπατρίδαι ἐκεῖνον μᾶλλον ἄρχοντα, ἅτε ἐκ προγόνων εὖ

γεγονότα καὶ χρηστὸν τὸ ἦθος εἶναι λεγόμενον. ἅπερ πυνθανόμενος ὁ Σἑ??ʼῆρος φανερὰν μὲν εὐθὺς πρὸς αὐτὸν ἔχθραν ἄρασθαι καὶ πόλεμον ἐγεῖραι πρὸς ἄνδρα μηδεμίαν εὔλογον παρεσχημένον αἰτίαν παρῃτήσατο: ἔδοξε δὲ αὐτῷ ἀπόπειραν ποιήσασθαι, εἰ δύναιτο ἀποσκευάσασθαι λαθὼν καὶ ἐξαπατήσας αὐτόν.

μεταπεμψάμενος οὖν τοὺς πιστοτάτους τῶν εἰωθότων τὰ βασιλικὰ γράμματα διακομίζειν, δίδωσιν αὐτοῖς ἐντολάς, εἰ γένοιντο παῤ αὐτῷ, τὰ μὲν γράμματα δημοσίᾳ ἀποδοῦναι, ἀξιῶσαι δὲ αὐτὸν ἰδιαίτερον ἀποστάντα ἐπακοῦσαι ἀπορρήτων ἐντολῶν, πεισθέντι δὲ δορυφόρων ἐρήμῳ ἐπιπεσεῖν αἰφνιδίως καὶ φονεῦσαι.

ἔδωκε δὲ αὐτοῖς καὶ δηλητήρια φάρμακα, ὅπως τινὰς πείσαιεν, εἰ δυνηθεῖεν, ἢ τῶν ὀψοποιῶν ἢ τῶν πρὸς ταῖς κύλιξι, λαθεῖν καὶ ἐπιδοῦναι αὐτῷ. ὑποπτευόντων δὲ τῶν περὶ αὐτὸν φίλων, καὶ συμβουλευόντων αὐτῷ φυλάττεσθαι ἄνδρα ἀπατεῶνα σοφόν τε πρὸς

ἐπιβουλήν: διαβεβλήκεσαν γὰρ αὐτοῦ τὸ ἦθος αἱ πρὸς τοὺς ἡγεμόνας τοῦ Νίγρου πράξεις: πείσας γὰρ αὐτοὺς διὰ τῶν παίδων, ὡς προείρηται, προδοῦναι τα τοῦ Νίγρου πράγματα, μετὰ τὸ ἀποχρήσασθαι αὐτῶν τῇ ὑπηρεσίᾳ καὶ κατορθῶσαι πάντα ἃ ἐβούλετο ἀνεῖλεν αὐτούς τε καὶ παῖδας. τὸ οὖν ὕπουλον αὐτοῦ

ἦθος μάλιστα ἐκ τῶν ἔργων ἐδηλοῦτο. διὰ ταῦτα ὁ Ἀλβῖνος καὶ φρουρᾷ μείζονι ἔφραττεν ἑαυτόν: οὐδὲ

p.78
γάρ τις αὐτῷ τῶν ἀπὸ τοῦ Σἑ??ʼήρου ἀφικνουμένων ἄλλως προσῄει, εἰ μὴ πρότερον ἀποθέμενος ὅπερ περιέκειτο ξίφος στρατιωτικόν, ἐρευνηθῆναι μή τι φέροι

ὑπὸ κόλπον. ὡς δ̓ οὖν ἀφίκοντο οἱ τοῦ Σἑ??ʼήρου ἀγγελιαφόροι, τά τε γράμματα δημοσίᾳ ἀποδόντες ἠξίουν αὐτὸν ἀποστάντα ἐπακοῦσαι τινῶν ἀπορρήτων, ὑποπτεύσας ὁ Ἀλβῖνος συλληφθῆναι κελεύει αὐτούς, ἰδίᾶ τε βασανίσας πᾶσαν μανθάνει τὴν ἐπιβουλήν. καὶ τοὺς μὲν κολάζει, αὐτὸς δὲ ἤδη ὡς πρὸς ὁμολογούμενον

ἐχθρὸν παρεσκευάζετο. γνοὺς δὲ ταῦτα ὁ Σἑ??ʼῆρος, καὶ πάντα μὲν ἐκθύμως πράττων, ὀργῆς δὲ ἥττων ὢν φύσει, οὐκέτι τὴν ἔχθραν ἔκρυπτεν, ἀλλὰ συγκαλέσας πᾶν τὸ στρατιωτικὸν ἔλεξε πρὸς αὐτοὺς τοιάδε. μήτε κουφότητά τις ἢ μετάνοιαν ἐπὶ τοῖς πεπραγμένοις ἡμῖν ἐγκαλείτω, μήτ̓ ἄπιστον ἢ ἀγνώμονα

πρὸς τὸν νομισθέντα φίλον ἡγείσθω. τὰ μὲν γὰρ παῤ ἡμῶν πάντα ὑπῆρξεν αὐτῷ, βεβαίας βασιλείας κοινωνίᾳ, πράγματος οὗ μόλις τις καὶ ἀδελφοῖς γνησίοις μεταδίδωσιν: ὃ δὲ ἐμοὶ μόνῳ ὑμεῖς ἐχειροτονήσατε, τοῦτ̓ ἐγὼ πρὸς ἐκεῖνον ἐνειμάμην. μεγάλων τέ μοι κατατεθεισῶν ἐς αὐτὸν εὐεργεσιῶν ἀχαρίστους

τὰς ἀμοιβὰς Ἀλβῖνος ἀποδίδωσιν. ὅπλα καὶ στρατὸν ἐφ̓ ἡμᾶς συσκευάζεται, καταφρονήσας μὲν τῆς ὑμετέρας ἀνδρείας, ἀμελήσας δὲ τῆς πρὸς ἐμὲ πίστεως, ἀπλήστῳ τε ἐπιθυμίᾳ βουλόμενος λαβεῖν μετὰ κινδύνων οὗ τὸ μέρος εἶχεν ἄνευ πολέμου καὶ μάχης, οὔτε θεοὺς αἰδεσθείς, οὓς πολλάκις ὤμοσεν, οὔτε τῶν ὑμετέρων καμάτων φεισάμενος, οὓς μετὰ τοσαύτης

δόξης τε καὶ ἀρετῆς ὑπὲρ ἡμῶν ἐκάμετε. ἐν γὰρ οἷς κατωρθώσατε, κἀκεῖνος τὸ μέρος ἐκαρποῦτο: ἔσχε δ̓ ἄν τι καὶ μεῖζον, εἰ καὶ τὸ πιστὸν ἐτήρει, τῆς ἀμφοτέροις

p.79
ἡμῖν παῤ ὑμῶν μεμερισμένης τιμῆς. ὥσπερ δὲ ἄδικον τὸ ἄρχειν ἔργων πονηρῶν, οὕτως ἄνανδρον τὸ μὴ ἀμύνεσθαι προαδικούμενον. καὶ Νίγρῳ μὲν πολεμοῦντες οὐχ οὕτως εὐλόγους εἴχομεν αἰτίας ἔχθρας ὡς ἀναγκαίας: οὐ γὰρ παῤ ἡμῖν προϋπάρχουσαν ἀρχὴν ὑφαρπάζων μεμίσητο, ἐν μέσῳ δὲ ἐρριμμένην καὶ ἀμφήριστον οὖσαν ἑκάτερος ἡμῶν ἐξ