Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

πλὴν οὐδὲν ὄφελος τούτων πάντων ἔλεγε στασιαζόντων πρὸς ἀλλήλους, τοῦ τε πολέμου ἔνδον ὄντος. ὃ μὲν δὴ τοιαῦτά τινα λέγων ἑκάστοτε, ποτὲ μὲν λιπαρῶν ποτὲ δὲ ἐπιπλήττων, σωφρονίζειν αὐτοὺς ἅμα καὶ συνάγειν ἐπειρᾶτο: οἳ δ̓ οὔτι γε ἐπείθοντο, ἀφηνίαζον

δὲ καὶ ἐπεδίδοσαν ἐς τὸ χεῖρον. ἅτε δὲ νεανίας σφριγῶντας καὶ ὑπὸ βασιλικῆς ἐξουσίας ἐς πάσας ἡδονῶν ὀρέξεις ἀπλήστως ὁρμωμένους ἕκαστοι τῶν κολακευόντων ἀνθεῖλκον πρὸς αὑτούς, οὐ μόνον ὑπηρετούμενοι ταῖς ἐπιθυμίαις αὐτῶν καὶ ταῖς περὶ τὰ αἴσχιστα σπουδαῖς, ἀλλὰ καὶ ἀεί τι καινὸν ἐξευρίσκοντες, δἰ οὗ εὐφρανοῦσι μὲν ὃν ἐκολάκευον, λυπήσουσι δὲ τὸν ἀδελφόν. ἤδη γοῦν τινὰς καὶ λαβὼν ἐπὶ τοιαύταις ὑπηρεσίαις ὁ Σἑ??ʼῆρος ἐκόλασεν.

ἀσχάλλοντι δὲ αὐτῷ ἐπὶ τῷ τοιούτῳ βίῳ τῶν παίδων καὶ τῇ περὶ τὰ θεάματα ἀπρεπεῖ σπουδῇ ἐπιστέλλει ὁ τῆς Βρεττανίας ἡγούμενος, στασιάζειν τοὺς ἐκεῖ βαρβάρους φάσκων, καὶ κατατρέχοντας τὴν χώραν λείαν τε ἀπάγειν καὶ πορθεῖν τὰ πλεῖστα: δεῖσθαι τοίνυν χειρὸς πλείονος πρὸς βοήθειαν τοῦ τόπου ἢ

βασιλικῆς ἐπιδημίας. ὁ δὲ Σἑ??ʼῆρος ἀσμένως ταῦτα ἀκούσας, φύσει μὲν καὶ φιλόδοξος ἄλλως ὑπάρχων, καὶ μετὰ τὰς ὑπὸ ἀνατολαῖς καὶ ἄρκτῳ νίκας καὶ προσηγορίας

p.96
βουλόμενος καὶ κατὰ Βρεττανῶν ἐγεῖραι τρόπαια, ἔτι δὲ καὶ τοὺς υἱοὺς ἀπαγαγεῖν τῆς Ῥώμης θέλων, ὡς ἂν νεάζοιεν ἐν στρατιωτικῷ βίῳ καὶ σώφρονι ἀπαχθέντες τῆς ἐν Ῥώμῃ τρυφῆς καὶ διαίτης, ἐπαγγέλλει τὴν ἐς τὴν Βρεττανίαν ἔξοδον, πρεσβύτης τε ἤδη ὢν καὶ ὑπὸ τῆς ἀρθρίτιδος νόσου κάμνων: ἀλλὰ τὰ τῆς ψυχῆς αὐτοῦ ἔρρωτο ὑπὲρ πάντα νεανίαν.

τὰ πλεῖστα γοῦν καὶ φοράδην φερόμενος τῆς ὁδοιπορίας εἴχετο, οὐδὲ πώποτε ἐπὶ πολὺ μένων ἀνεπαύετο. ἀνύσας δὲ τὴν ὁδὸν ἅμα τοῖς παισὶ παντὸς λόγου καὶ ἐλπίδος θᾶττον, τὸν ὠκεανὸν διαπλεύσας Βρεττανοῖς ἐπέστη, τούς τε πανταχόθεν στρατιώτας ἀθροίσας καὶ δύναμιν πολλὴν ἀγείρας τὰ πρὸς τὸν πόλεμον παρεσκευάζετο.