Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

κεκλῆσθαι ὑπὸ τῶν βασιλέων διά τινα ἐπείξαντα. ὡς δὲ ἐπέστη τῇ βασιλείῳ αὐλῇ, ἀκωλύτως εἰσῆλθεν, ἀγνοούντων τὸ πραττόμενον τῶν φυλάκων: ὑπαντώμενος δ̓ ὁ χιλίαρχος ἐνεδρεύων τε προσεῖπεν αὐτοκράτορα, καὶ δῆθεν συνήθως λαβόμενος τῆς χειρὸς ἐς τὸ δωμάτιον εἰσήγαγεν, ἔνθα ἔφασκεν ἐρρῖφθαι

τὰ τῶν βασιλέων σώματα. ἤδη δὲ παρεσκευάκει ὁ Σἑ??ʼῆρος νεανίας τῶν περὶ αὑτὸν σωματοφυλάκων, οἳ συλλήψονται αὐτὸν εἰσελθόντα. ὁ δὲ Πλαυτιανὸς ἐφ̓ ἑτέραις ἐσελθὼν ἐλπίσιν ὁρᾷ τοὺς βασιλέας ἀμφοτέρους ἑστῶτας, συλληφθείς τε κατείχετο: καὶ ἐκπλαγεὶς τῷ πράγματι ἐδεῖτο καὶ ἐλιπάρει. ἀπελογεῖτό τε, φάσκων πάντα ψευδῆ εἶναι καὶ συσκευὴν

κατ̓ αὐτοῦ καὶ δρᾶμα ἐσκευάσθαι. πολλὰς δὲ τοῦ μὲν Σἑ??ʼήρου ὀνειδίζοντος εὐεργεσίας τε καὶ τιμάς, τοῦ δὲ πίστεώς τε καὶ εὐνοίας τῆς ἄνωθεν ὑπομιμνήσκοντος, ἠρέμα πως ὁ Σἑ??ʼῆρος ὑπήγετο πειθοῖ τῶν ὑπὸ τοῦ Πλαυτιανοῦ λεγομένων, ἔστε δὴ ὑπεφάνη τοῦ θώρακος μέρος καταραχθείσης τῆς ἐπ̓ αὐτῷ ἐσθῆτος. ὅπερ ἰδὼν ὁ Ἀντωνῖνος, νέος θρασὺς θυμοειδής

τε καὶ φύσει μισῶν τὸν ἄνθρωπον, ἀλλὰ πρὸς δύο ἔφη ταῦτα τί ἂν ἀποκρίναιο; ἥκεις πρὸς βασιλέας ἑσπέρας μὴ κελεύσαντας: ὅ τε θώραξ σοι τί βούλεται; τίς γὰρ ἐς ἑστίασιν ἢ κῶμον ὡπλισμένος

p.94
ἔρχεται; καὶ ταῦτα εἰπὼν κελεύει τῷ χιλιάρχῳ τοῖς τε παροῦσι σπασαμένοις τὰ ξίφη φονεῦσαι τὸν ἄνδρα

ὡς ὁμολογουμένως πολέμιον. οἳ δὲ μὴ μελλήσαντες κελεύσαντι τῷ νέῳ βασιλεῖ πείθονται, ἀναιροῦσί τε αὐτὸν καὶ τὸ σῶμα ῥίπτουσιν ἐς τὴν λεωφόρον, ὡς ἂν πᾶσι φανερὸν γένοιτο καὶ ὑπὸ μισούντων ὑβρισθείη. τούτῳ μὲν δὴ τῷ τέλει Πλαυτιανὸς ἐχρήσατο, ἀπλήστῳ τε ζήσας πάντων ἐπιθυμίᾳ, καὶ χρησάμενος ἐν τῷ τέλει ἀπίστῳ ὑπηρεσίᾳ:

ὁ δὲ Σἑ??ʼῆρος τοῦ μὲν λοιποῦ ἐπάρχοντας δύο τῶν στρατοπέδων κατέστησεν, αὐτὸς δὲ τὰ πλεῖστα τοῦ βίου διέτριβεν ἐν τοῖς βασιλικοῖς προαστείοις καὶ τοῖς παραλίοις τῆς Καμπανίας χωρίοις, δικάζων τε καὶ τὰ πολιτικὰ διοικῶν. ἀπάγειν γὰρ ἤθελε τοὺς παῖδας τῆς ἐν Ῥώμῃ διαίτης, χρηστῆς δὲ ἀπολαύειν, ἐπείπερ αὐτοὺς ἑώρα περὶ τὰ θεάματα ἐσπουδακότας ἀπρεπέστερον ἢ βασιλεῦσιν

ἥρμοζεν. ἥ τε περὶ ἐκεῖνα σπουδὴ καὶ φιλονεικία, διάφορον ἔχουσα καὶ ἀντίπαλον ἀεὶ τὴν γνώμην, τῶν ἀδελφῶν ἐτάραττε τὰς ψυχάς, ἐναύσματά τε ἔριδος καὶ ἔχθρας παρεῖχε. μάλιστα δὲ ὁ Ἀντωνῖνος ἀφόρητος ἦν ἀποσκευασάμενος τὸν Πλαυτιανόν. ᾐδεῖτο δὲ καὶ ἐφοβεῖτο τὸν πατέρα πρᾶξαί τι ἀνήκεστον: τῇ τε θυγατρὶ μὲν ἐκείνου γυναικὶ δὲ αὑτοῦ

παντὶ τρόπῳ θάνατον ἐμηχανᾶτο. ὁ δὲ Σἑ??ʼῆρος αὐτήν τε ἐκείνην καὶ τὸν ἀδελφὸν αὐτῆς ἐς Σικελίαν ἐξέπεμψεν, αὐτάρκη δοὺς περιουσίαν ἐς τὸ διαβιοῦν δαψιλῶς, μιμησάμενος τὸν Σεβαστόν: καὶ γὰρ ἐκεῖνος τοῖς Ἀντωνίου παισί, πολεμίου γενομένου, οὕτως ἐχρήσατο. αὐτὸς δὲ ἐπειρᾶτο συνάγειν ἀεὶ τοὺς παῖδας ἐς φιλίαν καὶ προτρέπειν ἐς ὁμόνοιαν καὶ συμφωνίαν, μύθων τε ἀρχαίων καὶ δραμάτων ὑπεμίμνησκεν, ἀεὶ βασιλέων ἀδελφῶν συμφορὰς ἐκ στάσεως

p.95