Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
ἐσομένῳ βασιλεῖ ἀλλ̓ ἤδη ὄντι. τούτοις πιστεύσας ὁ Πλαυτιανὸς ἤδη περὶ δείλην ἑσπέραν, ἀρθεὶς ταῖς ἐλπίσι, θώρακα μὲν ἀμφιέννυται τῆς τοῦ σώματος ἀσφαλείας χάριν, κρύψας δὲ αὐτὸν τῇ λοιπῇ ἐσθῆτι, ἐπιβὰς ὀχήματος αἰφνιδίως ἐς τὰ βασίλεια ἠπείγετο, ὀλίγων αὐτὸν παραπεμπόντων, οἳ παρῆσαν οἰόμενοι
κεκλῆσθαι ὑπὸ τῶν βασιλέων διά τινα ἐπείξαντα. ὡς δὲ ἐπέστη τῇ βασιλείῳ αὐλῇ, ἀκωλύτως εἰσῆλθεν, ἀγνοούντων τὸ πραττόμενον τῶν φυλάκων: ὑπαντώμενος δ̓ ὁ χιλίαρχος ἐνεδρεύων τε προσεῖπεν αὐτοκράτορα, καὶ δῆθεν συνήθως λαβόμενος τῆς χειρὸς ἐς τὸ δωμάτιον εἰσήγαγεν, ἔνθα ἔφασκεν ἐρρῖφθαι
τὰ τῶν βασιλέων σώματα. ἤδη δὲ παρεσκευάκει ὁ Σἑ??ʼῆρος νεανίας τῶν περὶ αὑτὸν σωματοφυλάκων, οἳ συλλήψονται αὐτὸν εἰσελθόντα. ὁ δὲ Πλαυτιανὸς ἐφ̓ ἑτέραις ἐσελθὼν ἐλπίσιν ὁρᾷ τοὺς βασιλέας ἀμφοτέρους ἑστῶτας, συλληφθείς τε κατείχετο: καὶ ἐκπλαγεὶς τῷ πράγματι ἐδεῖτο καὶ ἐλιπάρει. ἀπελογεῖτό τε, φάσκων πάντα ψευδῆ εἶναι καὶ συσκευὴν
κατ̓ αὐτοῦ καὶ δρᾶμα ἐσκευάσθαι. πολλὰς δὲ τοῦ μὲν Σἑ??ʼήρου ὀνειδίζοντος εὐεργεσίας τε καὶ τιμάς, τοῦ δὲ πίστεώς τε καὶ εὐνοίας τῆς ἄνωθεν ὑπομιμνήσκοντος, ἠρέμα πως ὁ Σἑ??ʼῆρος ὑπήγετο πειθοῖ τῶν ὑπὸ τοῦ Πλαυτιανοῦ λεγομένων, ἔστε δὴ ὑπεφάνη τοῦ θώρακος μέρος καταραχθείσης τῆς ἐπ̓ αὐτῷ ἐσθῆτος. ὅπερ ἰδὼν ὁ Ἀντωνῖνος, νέος θρασὺς θυμοειδής
τε καὶ φύσει μισῶν τὸν ἄνθρωπον, ἀλλὰ πρὸς δύο ἔφη ταῦτα τί ἂν ἀποκρίναιο; ἥκεις πρὸς βασιλέας ἑσπέρας μὴ κελεύσαντας: ὅ τε θώραξ σοι τί βούλεται; τίς γὰρ ἐς ἑστίασιν ἢ κῶμον ὡπλισμένος
ὡς ὁμολογουμένως πολέμιον. οἳ δὲ μὴ μελλήσαντες κελεύσαντι τῷ νέῳ βασιλεῖ πείθονται, ἀναιροῦσί τε αὐτὸν καὶ τὸ σῶμα ῥίπτουσιν ἐς τὴν λεωφόρον, ὡς ἂν πᾶσι φανερὸν γένοιτο καὶ ὑπὸ μισούντων ὑβρισθείη. τούτῳ μὲν δὴ τῷ τέλει Πλαυτιανὸς ἐχρήσατο, ἀπλήστῳ τε ζήσας πάντων ἐπιθυμίᾳ, καὶ χρησάμενος ἐν τῷ τέλει ἀπίστῳ ὑπηρεσίᾳ: