Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

καὶ τίνα ἔφη, ὦ δέσποται, ἔλεγχον μείζονα βούλεσθε, ἢ ποίαν ἀπόδειξιν φανερωτέραν; ἐπιτρέψατε γὰρ δή μοι ἔφη προελθόντι τῶν βασιλείων διά τινος τῶν ἐμοὶ πιστῶν δηλῶσαι ὅτι δὴ τὸ ἔργον κατείργασται. ὃ δὲ ἀφίξεται πιστεύσας, καὶ οἰόμενος ἔρημα τὰ βασίλεια καταλήψεσθαι. ὅταν δὲ ἀφίκηται, ὑμέτερον ἤδη ἔργον εὑρεῖν τὴν ἀλήθειαν. ἡσυχίαν δὲ εἶναι πολλὴν ἀνὰ τὰ βασίλεια κελεύσατε, ὅπως μὴ τὸ πραττόμενον προγνωσθὲν ἀνατραπῇ.

ταῦτα εἰπὼν ἐντέλλεταί τινι τῶν πιστοτάτων ἑαυτῷ ἀγγεῖλαι Πλαυτιανῷ ἥκειν τὴν ταχίστην: κεῖσθαι γὰρ ἀμφοτέρους τοὺς βασιλέας, καὶ δεῖν αὐτὸν ἔνδον εἶναι πρὶν ἔκπυστα τῷ δήμῳ γενέσθαι, ὡς ἂν

p.93
τῆς ἀκροπόλεως κατειλημμένης καὶ τῆς βασιλείας ἱδρυμένης ἑκόντες τε καὶ ἄκοντες πάντες ὑπακούοιεν οὐκ

ἐσομένῳ βασιλεῖ ἀλλ̓ ἤδη ὄντι. τούτοις πιστεύσας ὁ Πλαυτιανὸς ἤδη περὶ δείλην ἑσπέραν, ἀρθεὶς ταῖς ἐλπίσι, θώρακα μὲν ἀμφιέννυται τῆς τοῦ σώματος ἀσφαλείας χάριν, κρύψας δὲ αὐτὸν τῇ λοιπῇ ἐσθῆτι, ἐπιβὰς ὀχήματος αἰφνιδίως ἐς τὰ βασίλεια ἠπείγετο, ὀλίγων αὐτὸν παραπεμπόντων, οἳ παρῆσαν οἰόμενοι

κεκλῆσθαι ὑπὸ τῶν βασιλέων διά τινα ἐπείξαντα. ὡς δὲ ἐπέστη τῇ βασιλείῳ αὐλῇ, ἀκωλύτως εἰσῆλθεν, ἀγνοούντων τὸ πραττόμενον τῶν φυλάκων: ὑπαντώμενος δ̓ ὁ χιλίαρχος ἐνεδρεύων τε προσεῖπεν αὐτοκράτορα, καὶ δῆθεν συνήθως λαβόμενος τῆς χειρὸς ἐς τὸ δωμάτιον εἰσήγαγεν, ἔνθα ἔφασκεν ἐρρῖφθαι

τὰ τῶν βασιλέων σώματα. ἤδη δὲ παρεσκευάκει ὁ Σἑ??ʼῆρος νεανίας τῶν περὶ αὑτὸν σωματοφυλάκων, οἳ συλλήψονται αὐτὸν εἰσελθόντα. ὁ δὲ Πλαυτιανὸς ἐφ̓ ἑτέραις ἐσελθὼν ἐλπίσιν ὁρᾷ τοὺς βασιλέας ἀμφοτέρους ἑστῶτας, συλληφθείς τε κατείχετο: καὶ ἐκπλαγεὶς τῷ πράγματι ἐδεῖτο καὶ ἐλιπάρει. ἀπελογεῖτό τε, φάσκων πάντα ψευδῆ εἶναι καὶ συσκευὴν

κατ̓ αὐτοῦ καὶ δρᾶμα ἐσκευάσθαι. πολλὰς δὲ τοῦ μὲν Σἑ??ʼήρου ὀνειδίζοντος εὐεργεσίας τε καὶ τιμάς, τοῦ δὲ πίστεώς τε καὶ εὐνοίας τῆς ἄνωθεν ὑπομιμνήσκοντος, ἠρέμα πως ὁ Σἑ??ʼῆρος ὑπήγετο πειθοῖ τῶν ὑπὸ τοῦ Πλαυτιανοῦ λεγομένων, ἔστε δὴ ὑπεφάνη τοῦ θώρακος μέρος καταραχθείσης τῆς ἐπ̓ αὐτῷ ἐσθῆτος. ὅπερ ἰδὼν ὁ Ἀντωνῖνος, νέος θρασὺς θυμοειδής

τε καὶ φύσει μισῶν τὸν ἄνθρωπον, ἀλλὰ πρὸς δύο ἔφη ταῦτα τί ἂν ἀποκρίναιο; ἥκεις πρὸς βασιλέας ἑσπέρας μὴ κελεύσαντας: ὅ τε θώραξ σοι τί βούλεται; τίς γὰρ ἐς ἑστίασιν ἢ κῶμον ὡπλισμένος

p.94
ἔρχεται; καὶ ταῦτα εἰπὼν κελεύει τῷ χιλιάρχῳ τοῖς τε παροῦσι σπασαμένοις τὰ ξίφη φονεῦσαι τὸν ἄνδρα

ὡς ὁμολογουμένως πολέμιον. οἳ δὲ μὴ μελλήσαντες κελεύσαντι τῷ νέῳ βασιλεῖ πείθονται, ἀναιροῦσί τε αὐτὸν καὶ τὸ σῶμα ῥίπτουσιν ἐς τὴν λεωφόρον, ὡς ἂν πᾶσι φανερὸν γένοιτο καὶ ὑπὸ μισούντων ὑβρισθείη. τούτῳ μὲν δὴ τῷ τέλει Πλαυτιανὸς ἐχρήσατο, ἀπλήστῳ τε ζήσας πάντων ἐπιθυμίᾳ, καὶ χρησάμενος ἐν τῷ τέλει ἀπίστῳ ὑπηρεσίᾳ: