Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

θέλειν ἐπεξελθεῖν τοιούτου βασιλέως αἵματι. ὥσπερ δὲ τὰ σώματα οἱ ἐκεῖσε ἄνθρωποι γενναιότατοί τέ εἰσι καὶ πρὸς μάχας ἐπιτήδειοι καὶ φονικώτατοι, οὕτω καὶ τὰς διανοίας παχεῖς καὶ μὴ ῥᾳδίως συνεῖναι δυνάμενοι, εἴ τι μετὰ πανουργίας ἢ δόλου λέγοιτο ἢ πράττοιτο. πιστεύσαντες γοῦν τῷ Σἑ??ʼήρῳ προσποιουμένῳ χαλεπαίνειν καὶ θέλειν ἐπεξελθεῖν τῷ Περτίνακος φόνῳ ἐπέδοσαν αὑτούς, ὡς αὐτοκράτορά τε ἀποδεῖξαι

καὶ τὴν ἀρχὴν ἐγχειρίσαι. ὃ δ̓ ὡς ἔγνω τὴν τῶν Παιόνων γνώμην, διέπεμπε καὶ ἐς τὰ γειτνιῶντα ἔθνη καὶ πρὸς πάντας τοὺς ἄρχοντας τῶν ὑπ̓ ἄρκτῳ Ῥωμαίοις δουλευόντων ἐθνῶν, μεγάλαις τε πάντας ὑποσχέσεσι καὶ ἐλπίσιν ἀναπείθων ῥᾳδίως ὑπηγάγετο.

ἱκανώτατος δ̓ ἦν ἁπάντων ἀνθρώπων μάλιστα προσποιήσασθαί τε καὶ πιστώσασθαι εὔνοιαν, μήτε ὅρκου φειδόμενος, εἰ δέοι τούτου καταφρονῆσαι, ψευσάμενος πρὸς τὸ χρειῶδες, διά τε γλώττης προΐετο ὅσα μὴ ἔφερεν ἐπὶ γνώμης.

θεραπεύσας οὖν διὰ γραμμάτων πάντας τοὺς κατὰ τὸ Ἰλλυρικὸν --- ἅμα καὶ ἄρχοντας, προσηγάγετο αὐτούς. ἀθροίσας δὲ τοὺς πανταχόθεν στρατιώτας, Σἑ??ʼῆρόν τε Περτίνακα ἑαυτὸν ὀνομάσας, ὅπερ οὐ μόνον ἤλπιζε τοῖς Ἰλλυρικοῖς εἶναι κεχαρισμένον ἀλλὰ καὶ τῷ δήμῳ τῶν Ῥωμαίων διὰ τὴν ἐκείνου μνήμην, συγκαλέσας τε αὐτοὺς ἐς τὸ πεδίον, καὶ βήματος αὐτῷ ἀρθέντος ἀνελθὼν ἔλεξε τοιάδε.

τὸ πιστὸν ὑμῶν καὶ πρός τε θεοὺς σεβάσμιον, οὓς ὄμνυτε, πρός τε βασιλέας τίμιον, οὓς αἰδεῖσθε, δεδηλώκατε δἰ ὧν ἀγανακτεῖτε ἐφ̓ οἷς οἱ κατὰ τὴν Ῥώμην στρατιῶται, πομπῆς μᾶλλον ἢ ἀνδρείας ὑπηρέται, ἐτόλμησαν. κἀμοὶ δὲ δἰ εὐχῆς ἐστί, πρότερον

p.57
μὲν οὐδ̓ ἄλλοτε ἀντιποιησαμένῳ τοιαύτης ἐλπίδος ʽἴστε γάρ μου τὸ πρὸς τοὺς βασιλεύσαντας πειθήνιον̓, νῦν δὲ ἐπὶ τέλος τε ἀγαγεῖν καὶ ἀνύσαι ταῦτα ἅπερ ὑμῖν ἐστὶ κεχαρισμένα, τήν τε Ῥωμαίων ἀρχὴν μὴ

περιιδεῖν ἐρριμμένην, ἣ πρότερον μὲν μέχρι Μάρκου σεμνοπρεπῶς διοικουμένη σεβάσμιος ἐφαίνετο, ἐς Κόμμοδον δὲ μεταπεσοῦσα, εἰ καί τινα ὑπ̓ ἐκείνου διὰ νεότητα ἐπλημμελεῖτο, ἀλλ̓ οὖν τῇ εὐγενείᾳ καὶ τῇ τοῦ πατρὸς μνήμῃ ἐπεσκιάζετο: καὶ πλέον ἦν ἐν αὐτῷ τὸ ἐλεούμενον ἐφ̓ οἷς ἐσφάλλετο ἢ τὸ μισούμενον, ἐπεὶ τὰ πλεῖστα τῶν γινομένων οὐκ ἐς ἐκεῖνον ἀνεφέρομεν, ἀλλ̓ ἐς τοὺς περὶ αὐτὸν κόλακάς τε καὶ οὐ πρεπόντων ἔργων ὁμοῦ συμβούλους τε καὶ ὑπηρέτας.

ἐπεὶ δὲ ἐς σεμνὸν πρεσβύτην, οὗ τῆς ἀνδρείας τε καὶ χρηστότητος ἔτι ταῖς ψυχαῖς ἡμῶν ἡ μνήμη ἐνέστακται, περιῆλθεν ἡ ἀρχή, οἳ δὲ οὐκ ἠνέσχοντο, ἀλλὰ τοιοῦτον ἄνδρα φόνῳ ἀπεσκευάσαντο. τὴν δὲ γῆς καὶ θαλάττης τοσαύτην ἀρχὴν ὠνησάμενός τις αἰσχρῶς πρός τε τοῦ δήμου, ὡς ἀκούετε, μεμίσηται, πρός τε τῶν ἐκεῖ στρατιωτῶν, οὓς ἐψεύσατο, οὐκέτι

πιστεύεται. ὧν, εἰ καὶ ἔμελλον ὑπὲρ αὐτοῦ παρατάξασθαι μετ̓ εὐνοίας, καὶ πλήθει σύμπαντες καὶ καθ̓ ἕνα ἕκαστον εὐανδρίᾳ προύχετε, ἀσκήσει τε πολεμικῶν ἐγγεγύμνασθε ὑμεῖς μὲν ἀεὶ βαρβάροις ἀντιταττόμενοι, καὶ φέρειν πόνους πάντας πορείας, κρύους τε καὶ θάλπους καταφρονεῖν, ποταμούς τε πηγνυμένους πατεῖν, καὶ πίνειν ὀρυττόμενον ἀλλ̓ οὐκ ἀνιμώμενον ὕδωρ εἰθισμένοι. θήραις τε ἐγγεγύμνασθε, καὶ πάντως ὑμῖν ἐς ἀνδρείαν ὑπάρχει γενναῖα ἐφόδια, ὡς μηδὲ εἰ βουληθείη τις, δύνασθαι ὑμῖν ἀντιστῆναι.

δοκίμιον δὲ στρατιωτῶν κάματος, ἀλλ̓ οὐ τρυφή, ᾗπερ ἐκεῖνοι ἐγκραιπαλῶντές τε καὶ ἐναυξηθέντες

p.58
οὐδ̓ ἂν τῆς βοῆς ὑμῶν ἀνάσχοιντο, οὔτι γε τῆς μάχης. εἰ δέ τινες τὰ κατὰ Συρίαν ὑποπτεύοιεν πράγματα, ἐντεῦθεν ἂν τεκμήραιντο ἀσθενῆ τε ὄντα καὶ φαύλας ἔχοντα τὰς ἐλπίδας, ὅπου μηδὲ προελθεῖν τῆς αὑτῶν χώρας ἐτόλμησαν, μηδέ τι περὶ τῆς ἐς Ῥώμην ἀφόδου βουλεύσασθαι ἐθάρρησαν, ἀγαπητῶς ἐκεῖ μένοντες, καὶ ἐφήμερον τρυφὴν κέρδος τῆς οὔπω βεβαίας

ἀρχῆς νομίζουσιν. ἐπὶ μὲν γὰρ τὸ χαριέντως καὶ μετὰ παιδιᾶς ἀποσκῶψαι ἐπιτήδειοι Σύροι, καὶ μάλιστα οἱ τὴν Ἀντιόχειαν οἰκοῦντες, οὕς φασι περὶ τὸν Νίγρον ἐσπουδακέναι: τὰ δ̓ ἄλλα ἔθνη καὶ αἱ ἄλλαι πόλεις μέχρι νῦν τῷ μηδένα εὑρίσκεσθαι τὸν ἄξιον τῆς ἀρχῆς ἐσόμενον, σπάνει τοῦ μετ̓ ἀνδρείας καὶ σώφρονος διοικήσεως ἄρξοντος ἐκείνῳ δῆλον