Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

οὐ φαῦλαι δὲ οὐδὲ κοῦφαι καλοῦσιν ἐλπίδες, ἀλλ̓ ὅ τε Ῥωμαίων δῆμος, ᾧ τὴν δεσποτείαν τῶν ἁπάντων ἔνειμαν θεοὶ καὶ τὴν βασιλείαν, ἥ τε ἀρχὴ σαλεύουσα καὶ παρὰ μηδενί πω βεβαίως ἱδρυμένη. ὅθεν ἡμῖν καὶ τὸ τῆς ἐπιχειρήσεως ἀσφαλές, ἔκ τε τῆς τῶν καλούντων γνώμης καὶ ἐκ τοῦ μηδένα εἶναι τὸν

ἀνθεστῶτα μηδὲ κωλύοντα, ὑπάρξει: καὶ γὰρ οἱ τὰ ἐκεῖθεν ἀγγέλλοντές φασι μηδὲ τοὺς στρατιώτας, οἳ τὴν ἀρχὴν αὐτῷ χρημάτων ἀπέδοντο, πιστοὺς εἶναι φρουροὺς ὑπηρέτας, μηδὲ πληρώσαντος ἐκείνου ἃ ὑπέσχετο. τίνα τοίνυν ἔχετε γνώμην, δηλώσατε.

τοιαῦτά τινα εἰπόντος αὐτοῦ, εὐθέως τὸ στρατιωτικὸν πᾶν καὶ τὸ συνειλεγμένον πλῆθος αὐτοκράτορά

p.53
τε ἀνεῖπε καὶ σεβαστὸν προσηγόρευσε: τήν τε βασίλειον πορφύραν περιβαλόντες, καὶ τὰ λοιπὰ τῆς σεβασμίου τιμῆς ἐξ αὐτοσχεδίου παρασκευῆς ἀθροίσαντες, καὶ προπομπεύοντος τοῦ πυρός, ἔς τε τὰ ἱερὰ τῆς Ἀντιοχείας τὸν Νίγρον ἄγουσι καὶ ἐς τὴν ἑαυτοῦ οἰκίαν καθιστᾶσιν, οὐκέτι αὐτὴν ἰδιωτικὴν ἀλλὰ βασίλειον αὐλὴν νομίζοντες, πᾶσι κοσμήσαντες ἔξωθεν βασιλικοῖς συμβόλοις.

ἐπὶ τούτοις δὴ ὁ Νίγρος πάνυ τὴν ψυχὴν εὐφραίνετο, ὠχυρῶσθαί τε αὑτῷ τὰ τῆς ἀρχῆς ἡγεῖτο διά τε τὴν τῶν Ῥωμαίων γνώμην καὶ τὴν περὶ αὐτὸν σπουδὴν τῶν ἀνθρώπων. ὡς γὰρ διιπταμένη ἡ φήμη πάντα ἐπῆλθεν ἔθνη ὅσα τὴν ἀντικειμένην ἤπειρον τῇ Εὐρώπῃ κατοικεῖ, οὐδείς τε ἦν ὃς οὐχ ἑκὼν ἐς τὸ ὑπακούειν αὐτῷ ἠπείγετο, πρεσβεῖαί τε ἀπ̓ ἐκείνων τῶν ἐθνῶν ἐς τὴν Ἀντιόχειαν ὡς πρὸς βασιλέα ὁμολογούμενον

ἐστέλλοντο. οἵ τε ἐπέκεινα Τίγριδος καὶ Εὐφράτου σατράπαι καὶ βασιλεῖς ἐπέστελλον συνηδόμενοι αὐτῷ, καὶ εἰ δέοιτο, βοηθείας ὑπισχνοῦντο. ὃ δὲ δώροις τε αὐτοὺς μεγαλοπρεπῶς ἠμείβετο, καὶ ἐπὶ τῇ σπουδῇ καὶ ταῖς ὑποσχέσεσι χάριν γινώσκων ἔλεγε μὴ δεῖσθαι συμμάχων: τὴν γὰρ ἀρχὴν αὑτῷ βεβαίως ὠχυρῶσθαι, ἀναιμωτί τε ἄρξειν.

ταύταις ἐπαιρόμενος ταῖς ἐλπίσιν ὑπτίαζέ τε πρὸς τὴν τῶν πραγμάτων ἐπιμέλειαν, καὶ ἐς τὸ ἁβροδίαιτον ἀνειμένος τοῖς Ἀντιοχεῦσι συνευφραίνετο, ἑορταῖς τε καὶ θέαις ἐπιδιδοὺς ἑαυτόν. τῆς τε ἐς τὴν Ῥώμην ἀφόδου, ἐφ̓ ἣν μάλιστα ἐχρῆν σπεύδειν, ἠμέλει.

τοῖς δὲ Ἰλλυρικοῖς στρατεύμασι δέον ἐπιφοιτῆσαι τὴν ταχίστην καὶ φθάσαι οἰκειωσάμενον αὐτά, ὃ δὲ οὐδὲ τῶν πραττομένων τι αὐτοῖς ἐδήλου, ἐλπίζων τοὺς ἐκεῖ στρατιώτας, εἴ ποτε καὶ μάθοιεν, ὁμογνώμονας

p.54
ἔσεσθαι τῇ τε Ῥωμαίων εὐχῇ καὶ τῇ τῶν κατὰ τὴν ἀνατολὴν στρατοπέδων γνώμῃ.

ταῦτα δὲ αὐτοῦ διατυποῦντος καὶ κούφαις καὶ ἀδήλοις ἐπαιωρουμένου ἐλπίσι, διηγγέλλετο τὰ πραττόμενα ἔς τε Παίονας καὶ Ἰλλυριοὺς καὶ πᾶν τὸ ἐκεῖσε στρατιωτικόν, ὃ ταῖς ὄχθαις Ἴστρου τε καὶ Ῥήνου ἐπικείμενον, ἀπεῖργον τοὺς ἐπέκεινα βαρβάρους, φρουρεῖ

τὴν Ῥωμαίων ἀρχήν. ἡγεῖτο δὲ Παιόνων πάντων ʽὑπὸ μιᾷ γὰρ ἦσαν ἐξουσίᾀ Σἑ??ʼῆρος, ἀνὴρ τὸ μὲν γένος Λίβυς, ἐς δὲ πραγμάτων διοίκησιν γενναῖος ἅμα καὶ θυμοειδής, σκληρῷ τε βίῳ καὶ τραχεῖ ἐνειθισμένος, πόνοις τε ἀντέχων ῥᾷστα, νοῆσαί τε ὀξὺς