Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
ἐλπίδι. καὶ τὰ μὲν πρῶτα κατ̓ ὀλίγους ἡγεμόνας τε καὶ χιλιάρχους τούς τε τῶν στρατιωτῶν ἐξέχοντας οἴκαδε μεταπεμπόμενος διελέγετο καὶ ἀνέπειθε, τὰ ἐκ τῆς Ῥώμης δηλούμενα φανερὰ ποιῶν, ὡς ἂν διαθέουσα ἡ φήμη ἔκπυστα καὶ γνώριμα ποιῇ τοῖς τε στρατιώταις καὶ τοῖς λοιποῖς κατὰ τὴν ἀνατολὴν ἀνθρώποις:
οὕτω γὰρ ῥᾷστα ἤλπιζε πάντας αὑτῷ προσχωρήσειν, πυνθανομένους ὅτι μὴ αὐτὸς ἐξ ἐπιβουλῆς μνᾶται τὴν ἀρχήν, ἀλλὰ καλούμενος καὶ βοηθήσων ἄπεισι Ῥωμαίοις δεομένοις. ἀνεπτόηντο δὲ πάντες καὶ μηδὲν μελλήσαντες προσέκειντο, ἐκλιπαροῦντες
καὶ αὐτοὶ ἀντιλαμβάνεσθαι τῶν πραγμάτων. φύσει δὲ κοῦφον τὸ Σύρων ἔθνος, ἐς καινοτομίαν τε τῶν καθεστηκότων ἐπιτήδειον. ἐνῆν δέ τις αὐτοῖς καὶ πόθος τοῦ Νίγρου, ἠπίως τε ἄρχοντος ἅπασι, τὰ πλεῖστά τε αὐτοῖς συμπανηγυρίζοντος. φιλέορτοι δὲ φύσει Σύροι: ὧν μάλιστα οἱ τὴν Ἀντιόχειαν κατοικοῦντες, μεγίστην πόλιν καὶ εὐδαίμονα, σχεδὸν παρὰ πάντα τὸν ἐνιαυτὸν ἑορτάζουσιν ἔν τε τῇ πόλει αὐτῇ
καὶ κατὰ τὰ προάστεια. θέας τοίνυν αὐτοῖς συνεχῶς ἐπιτελῶν ὁ Νίγρος, περὶ ἃς μάλιστα ἐσπουδάκασι, καὶ διδοὺς ἄνεσιν ἐς τὸ ἑορτάζειν καὶ εὐφραίνεσθαι,
ἅτε ποιῶν κεχαρισμένα, εἰκότως ἐτιμᾶτο. ἅπερ εἰδώς, καλέσας τούς τε πανταχόθεν στρατιώτας ἐς ῥητὴν ἡμέραν, τοῦ τε λοιποῦ πλήθους συνελθόντος,
τῆς μὲν ἐμῆς γνώμης τὸ πρᾶον καὶ πρὸς τὰ μεγάλα τῶν τετολμημένων εὐλαβὲς ἴσως ἐστὶν ὑμῖν πάλαι γνώριμον: οὐδ̓ ἂν νῦν ἐς ὑμᾶς ἦλθον ταῦτα δημηγορήσων, εἰ ἐκ μόνης προαιρέσεως ἰδιωτικῆς καὶ ἀλόγου ἐλπίδος ἢ μείζονος ἐλπίδος ἐπιθυμίας ἀνεπειθόμην. ἀλλ̓ ἐμὲ καλοῦσι Ῥωμαῖοι, καὶ συνεχῶς βοῶντες ἐπείγουσιν ὀρέξαι τε χεῖρα σωτήριον καὶ οὕτω τὴν ἔνδοξον καὶ ἐνάρετον ἀπὸ προγόνων ἄνωθεν ἀρχὴν
μὴ περιιδεῖν αἰσχρῶς ἐρριμμένην. ὥσπερ δὲ τὸ τοῖς τηλικούτοις ἐπιτολμᾶν οὐκ οὔσης εὐλόγου προφάσεως προπετὲς καὶ θρασύ, οὕτω καὶ τὸ πρὸς καλοῦντας καὶ δεομένους ὀκνηρὸν ἀνανδρίας ἅμα καὶ προδοσίας φέρει διαβολήν. διὸ παρῆλθον πευσόμενος ὑμῶν τίνα γνώμην ἔχοιτε καὶ τί πρακτέον ἡγοῖσθε, συμβούλοις τε ὑμῖν καὶ κοινωνοῖς χρησόμενος περὶ τῶν καθεστώτων: τὸ γὰρ ἀποβησόμενον εἰ εὐτυχηθείη, κοινὴν ἐμοί τε καὶ ὑμῖν τὴν ἀπόλαυσιν παρέξει.
οὐ φαῦλαι δὲ οὐδὲ κοῦφαι καλοῦσιν ἐλπίδες, ἀλλ̓ ὅ τε Ῥωμαίων δῆμος, ᾧ τὴν δεσποτείαν τῶν ἁπάντων ἔνειμαν θεοὶ καὶ τὴν βασιλείαν, ἥ τε ἀρχὴ σαλεύουσα καὶ παρὰ μηδενί πω βεβαίως ἱδρυμένη. ὅθεν ἡμῖν καὶ τὸ τῆς ἐπιχειρήσεως ἀσφαλές, ἔκ τε τῆς τῶν καλούντων γνώμης καὶ ἐκ τοῦ μηδένα εἶναι τὸν
ἀνθεστῶτα μηδὲ κωλύοντα, ὑπάρξει: καὶ γὰρ οἱ τὰ ἐκεῖθεν ἀγγέλλοντές φασι μηδὲ τοὺς στρατιώτας, οἳ τὴν ἀρχὴν αὐτῷ χρημάτων ἀπέδοντο, πιστοὺς εἶναι φρουροὺς ὑπηρέτας, μηδὲ πληρώσαντος ἐκείνου ἃ ὑπέσχετο. τίνα τοίνυν ἔχετε γνώμην, δηλώσατε.