Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ἀρχῆς οὐκ ἔφερον εὐταξίαν. ἀλλὰ τὰ μὲν πρῶτα κατ̓ ὀλίγον ὀκνηρούς τε καὶ ἀπειθεῖς αὑτοὺς τοῖς κελευομένοις

p.44
παρεῖχον: τὸ δὲ τελευταῖον, οὐδ̓ ὅλων μηνῶν δύο τῆς βασιλείας αὐτῷ προκεχωρηκυίας, ἐπιδειξαμένου τε ἐν ὀλίγῳ χρόνῳ πολλὰ σώφρονα καὶ χρηστὰ ἔργα, ἐλπίδων τε ἀγαθῶν τοῖς ἀρχομένοις ὑποφαινομένων, ἐβάσκηνε πάντα καὶ ἀνέτρεψε πονηρὰ τύχη, ἐκώλυσέ τε θαυμαστὰ καὶ ἐπωφελῆ τοῖς ὑπηκόοις ἔργα

ἐς τέλος ἀχθῆναι. πρῶτον μὲν γὰρ πᾶσαν τὴν κατ̓ Ἰταλίαν καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν ἀγεώργητόν τε καὶ παντάπασιν οὖσαν ἀργὸν ἐπέτρεψεν, ὁπόσην τις βούλεται καὶ δύναται, εἰ καὶ βασιλέως κτῆμα εἴη, καταλαμβάνειν, ἐπιμεληθέντι τε καὶ γεωργήσαντι δεσπότῃ εἶναι: ἔδωκέ τε γεωργοῦσιν ἀτέλειαν πάντων ἐς δέκα ἔτη, καὶ διὰ παντὸς δεσποτείας ἀμεριμνίαν.

τοῖς τε βασιλικοῖς κτήμασιν ἐκώλυσεν αὑτοῦ τοὔνομα ἐπιγράφεσθαι, εἰπὼν αὐτὰ οὐκ ἴδια τοῦ βασιλεύοντος εἶναι, ἀλλὰ κοινὰ καὶ δημόσια τῆς Ῥωμαίων ἀρχῆς. τέλη τε πάντα τὰ πρότερον ἐπὶ τῆς τυραννίδος ἐς εὐπορίαν χρημάτων ἐπινοηθέντα ἐπί τε ὄχθαις ποταμῶν καὶ λιμέσι πόλεων ἔν τε ὁδῶν πορείαις, καταλύσας ἐς τὸ ἀρχαῖον καὶ ἐλεύθερον ἀφῆκεν.

ἐμέλλησε δ̓ ἂν ἔτι καὶ πλείονα, ὥς γε τὰ τῆς προαιρέσεως ἐνεδείκνυτο, εὐεργετήσειν τοὺς ὑπηκόους, ἐπεὶ καὶ τοὺς συκοφάντας τῆς πόλεως ἦν διώξας καὶ τοὺς πανταχόθεν κολασθῆναι κελεύσας, τοῦ μηδένα ἐπηρεάζεσθαι μηδὲ ματαίοις ἐγκλήμασι περιπίπτειν προνοούμενος. ἐν ἀδείᾳ τε καὶ μακαρίῳ βίῳ ἥ τε σύγκλητος μάλιστα καὶ οἱ λοιποὶ πάντες βιώσεσθαι προσεδόκων.

οὕτω γὰρ μέτριος καὶ ἰσότιμος ἦν ὡς καὶ τὸν υἱὸν αὑτοῦ ἤδη μειράκιον ὄντα μηδὲ ἐς τὴν βασίλειον αὐλὴν ἀναγαγεῖν, ἀλλ̓ ἔν τε τῇ πατρῴᾳ μένειν οἰκίᾳ, καὶ ἐς τὰ συνήθη προϊόντα διδασκαλεῖα καὶ γυμνάσια ἰδιωτεύοντα ὁμοίως τοῖς λοιποῖς παιδεύεσθαί

p.45
τε καὶ πάντα πράττειν, οὐδαμοῦ τῦφον ἢ πομπὴν παρεχόμενον βασιλικήν.

τοιαύτης δὲ εὐμοιρίας καὶ εὐταξίας κατεχούσης τὸν βίον, μόνοι οἱ δορυφόροι, ἀσχάλλοντες μὲν ἐπὶ τοῖς παροῦσι, ποθοῦντες δὲ τὰς ἐπὶ τῆς προγενομένης τυραννίδος ἁρπαγάς τε καὶ βίας ἔν τε ἀσωτίαις καὶ κραιπάλαις, ἐβουλεύσαντο ἀποσκευάσασθαι τὸν Περτίνακα ὡς ὄντα αὐτοῖς βαρὺν καὶ ἐπαχθῆ, ζητῆσαι δέ τινα τὸν πάλιν αὐτοῖς ἄνετον καὶ ἀκόλαστον παρέξοντα

ἐξουσίαν. αἰφνιδίως τοίνυν, οὐδενὸς προσδοκῶντος ἀλλὰ πάντων ἐν ἡσυχίᾳ διατριβόντων, θυμῷ καὶ ἀλόγῳ ὁρμῇ ἐκ τοῦ στρατοπέδου δρόμῳ φερόμενοι αὐτοὶ ἡμέρας ἀκμαζούσης ἐπεισῆλθον τοῖς βασιλείοις, τά τε δόρατα διατεινάμενοι καὶ τὰ ξίφη σπασάμενοι.

τῷ δὲ παραδόξῳ τοῦ ἔργου καὶ ἀνελπίστῳ οἱ ἐν τῇ βασιλείῳ ὑπηρεσίᾳ ταραχθέντες, ὀλίγοι τε πρὸς πολλοὺς καὶ ἄνοπλοι πρὸς ὡπλισμένους, οὐκ ἔμενον, ἀλλ̓ ἕκαστος ἣν ἐγκεχείριστο φρουρὰν λιπὼν ἢ ἐπὶ τῇ αὐλείῳ ἢ ἐπὶ ταῖς λοιπαῖς εἰσόδοις ἔφευγον. ὀλίγοι δέ τινες τῶν εὐνοούντων, διαγγείλαντες τῷ Περτίνακι τὴν ἔφοδον, συνεβούλευον φυγεῖν τῇ τε τοῦ

δήμου βοηθείᾳ ἑαυτὸν ἐπιδοῦναι. ὃ δὲ καὶ τοῖς συμβουλεύουσιν αὐτῷ πρὸς τὸ παρὸν ὠφέλιμα μὴ πεισθείς, ἀπρεπῆ δὲ καὶ ἀνελεύθερα βασιλείας τε ἀνάξια καὶ τῶν προβεβιωμένων αὑτῷ καὶ προπεπραγμένων νομίσας, φεύγειν μὲν ἢ λαθεῖν οὐκ ἠθέλησεν, ὁμόσε δὲ χωρήσας τῷ πράγματι προῆλθεν ὡς διαλεξόμενος αὐτοῖς, ἐλπίσας πείσειν τε αὐτοὺς καὶ παύσειν τῆς

ἀλόγου ἐς τὸ παρὸν ὁρμῆς. καὶ δὴ τοῦ δωματίου προελθών, ὑπαντώμενος αὐτοῖς πυνθάνεσθαί τε ἐπειρᾶτο τὰς αἰτίας τῆς ὁρμῆς, πείθειν τε ἐπεχείρει μὴ ἐνθουσιᾶν, μένων καὶ τότε ἐν σώφρονι καὶ σεμνῷ

p.46
σχήματι καὶ τηρῶν τὸ τοῦ βασιλέως ἀξίωμα, οὐδέν τι κατεπτηχότος οὐδὲ ἀποδειλιῶντος καὶ ἱκετεύοντος σχῆμα ἐνδεικνύμενος.

τὸ μὲν ἐμέ ἔφη πρὸς ὑμῶν ἀναιρεθῆναι οὐδέν τι μέγα ἢ βαρὺ πρεσβύτῃ ἐς μακρὸν γῆρας ἐνδόξως ἐλάσαντι: παντὶ γὰρ ἀνθρώπων βίῳ ἀνάγκη τέλος ἐπιτεθῆναι: τὸ δὲ ὑμᾶς, φύλακας καὶ φρουροὺς δοκοῦντας εἶναι τοῦ βασιλέως καὶ τοὺς ἔξωθεν κινδύνους ἀπείργοντας, αὐτοὺς γενέσθαι φονεῖς, καὶ μὴ μόνον ἐμφυλίῳ ἀλλὰ καὶ βασιλείῳ μιᾶναι τὰς δεξιὰς αἵματι, ὁρᾶτε μὴ πρὸς τὸ νῦν ἀνόσιον καὶ ὕστερον ὑμῖν ἐπικίνδυνον ᾖ. οὐ γάρ τι ἐμαυτῷ σύνοιδα λυπήσαντι

ὑμᾶς. εἰ δὲ καὶ ἐπὶ τῇ τοῦ Κομμόδου τελευτῇ δυσχεραίνετε, οὐδὲν παράδοξον, ἄνθρωπον ὄντα εἰ τελευτὴ κατέλαβεν. εἰ δὲ τοῦτο ἐξ ἐπιβουλῆς οἴεσθε γεγενῆσθαι, οὐκ ἐμὸν τὸ ἁμάρτημα: ἴστε γὰρ ἔξω πάσης ὄντα με ὑποψίας καὶ οὐδὲν ἧττον ὑμῶν ἀγνοοῦντα τὰ τότε πεπραγμένα, ὡς εἴ τι ὑποπτεύετε,

ἑτέροις ἐπιφέρειν τὸ ἔγκλημα. ἀλλ̓ ὅμως κἀκείνου τελευτήσαντος οὐδὲν ὑμῖν τῶν εὐπρεπῶς καὶ κατ̓ ἀξίαν καὶ ἄνευ τοῦ βιάζεσθαί με ἢ ἁρπάζειν ἐνδεήσει. τοιαῦτά τινα λέγειν αὐτοῖς πειρώμενος ἤδη τινὰς αὐτῶν καὶ πείσειν ἔμελλε, καὶ οὐκ ὀλίγοι γε ἀποστραφέντες ἀνεχώρουν, σεμνοῦ βασιλέως γῆρας αἰδούμενοι: ἔτι δὲ λαλοῦντα τὸν πρεσβύτην ἐπιπεσόντες

φονεύουσι. δράσαντές τε οὕτως ὠμὸν ἔργον, δέει τῶν τετολμημένων φθάσαι θέλοντες τὴν τοῦ δήμου ἔφοδον, ἐπιστάμενοί τε ὅτι χαλεπῶς τὸ πλῆθος διοίσει τὰ πεπραγμένα, ἐς τὸ στρατόπεδον δρόμῳ ἀναχωρήσαντες πάσας πύλας τε καὶ εἰσόδους ἀποκλείσαντες ἐντὸς τείχους ἔμενον, φρουρὰς ἐπὶ τῶν πύργων

p.47
καταστήσαντες, ὡς ἀμύνοιντο εἰ τῷ τείχει προσβάλλοι ὁ δῆμος. τέλος μὲν δὴ τοιοῦτο κατέλαβε τὸν Περτίνακα,