Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
οὐδὲ τὰς ὑμετέρας χεῖρας μιμήσομαι: ἐπεὶ δὲ μήτε ὅσιον μήτε δίκαιον ἔτι βασιλέα ὑμᾶς δορυφορεῖν, καὶ ἐς τὸν ὅρκον ἀσεβήσαντας, καὶ ἐμφυλίῳ καὶ βασιλικῷ αἵματι τὰς δεξιὰς μιάναντας, τήν τε πίστιν καὶ τὸ ἐχέγγυον τῆς φρουρᾶς προδόντας, τὰς μὲν ψυχὰς καὶ τὰ σώματα δῶρον τῆς ἐμῆς φιλανθρωπίας ἕξετε, τοῖς δὲ περιειληφόσιν ὑμᾶς στρατιώταις κελεύω ἀποζῶσαί τε ὑμᾶς, καὶ ἀποδύσαντας εἴ τινας περίκεισθε
ἐσθῆτας στρατιωτικάς, γυμνοὺς ἀποπέμπειν. παραγγέλλω τε ὑμῖν ἀπιέναι ὡς πορρωτάτω τῆς Ῥώμης, ἀπειλῶ τε καὶ διόμνυμαι καὶ προαγορεύω κολασθήσεσθαι κεφαλικῶς, εἴ τις ὑμῶν ἐντὸς ἑκατοστοῦ σημείου ἀπὸ τῆς Ῥώμης φανείη.
ταῦτα κελεύσαντος αὐτοῦ, προσδραμόντες οἱ Ἰλλυρικοὶ στρατιῶται τά τε ξιφίδια περιαιροῦσιν αὐτῶν ἃ παρῃώρηντο τῷ ἀργύρῳ καὶ τῷ χρυσῷ ἐς πομπὴν κεκοσμημένα, τάς τε ζώνας καὶ τὰς ἐσθῆτας καὶ εἴ τι σύμβολον ἔφερον στρατιωτικόν, ἀφαρπάσαντες
γυμνοὺς ἐξέπεμπον. οἳ δὲ ὑπεῖκον προδεδομένοι καὶ σοφίσματι ἑαλωκότες: τί γὰρ ἐνῆν δρᾶσαι γυμνοῖς πρὸς ὡπλισμένους καὶ ὀλίγοις πρὸς πολλούς; ἀπῄεσαν δὴ ὀδυρόμενοι, καὶ ἠγάπων μὲν τὴν δοθεῖσαν σωτηρίαν,
καὶ ἐφυβρίστως ἑαλωκότες. ἐκέχρητο δὲ καὶ ἄλλῳ ὁ Σἑ??ʼῆρος σοφίσματι: δεδιὼς γὰρ μὴ ἄρα μετὰ τὸ ἀποζωσθῆναι ἐν ἀπογνώσει γενόμενοι ἀναδράμωσιν ἐπὶ τὸ στρατόπεδον καὶ τὰ ὅπλα ἀναλάβωσι, προύπεμψε λογάδας ἐπιλέκτους, ὅσους γενναιοτάτους ἠπίστατο, δἰ ἑτέρων ὁδῶν καὶ ἀτραπῶν, ὡς λαθόντες τό τε στρατόπεδον ἐπεισέλθοιεν ἀνδρῶν κενόν, καὶ τὰ ὅπλα καταλαβόντες, εἰ ἐπίοιεν, ἀποκλείσαιεν αὐτούς. δίκην μὲν δὴ ταύτην ἔδοσαν οἱ τοῦ Περτίνακος
φονεῖς: ὁ δὲ Σἑ??ʼῆρος σὺν παντὶ τῷ λοιπῷ στρατῷ ὡπλισμένῳ ἐς τὴν Ῥώμην ἀφικνεῖται, ἔκπληξίν τε καὶ δέος ἅμα τῷ ὀφθῆναι τοῖς Ῥωμαίοις ἐνέβαλε τοῖς οὕτω τετολμημένοις τε καὶ εὐτυχηθεῖσιν ἔργοις. ὁ δὲ δῆμος καὶ ἡ σύγκλητος δαφνηφοροῦντες ὑπεδέχοντο πρῶτον ἀνθρώπων καὶ βασιλέων ἀναιμωτί τε καὶ
ἀκονιτὶ τοσαῦτα κατωρθωκότα. πάντα γὰρ ἐν αὐτῷ ἐθαυμάζετο, μάλιστα δὲ τὸ ἀγχίνουν τῆς γνώμης τό τε τῶν πόνων γενναῖον καὶ τὸ ἐς τὰ τολμώμενα ἅμα τῷ θαρραλέῳ εὔελπι. ἐπεὶ τοίνυν ὅ τε δῆμος αὐτὸν ἀποδεξάμενος εὐφήμησεν ἥ τε σύγκλητος ἐπὶ ταῖς τῆς πόλεως εἰσόδοις προσηγόρευσεν, ἀνελθὼν ἐς τὸ τοῦ Διὸς τέμενος καὶ θύσας, ἔν τε τοῖς λοιποῖς ἱεροῖς νόμῳ