Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

θεραπεύσας οὖν διὰ γραμμάτων πάντας τοὺς κατὰ τὸ Ἰλλυρικὸν --- ἅμα καὶ ἄρχοντας, προσηγάγετο αὐτούς. ἀθροίσας δὲ τοὺς πανταχόθεν στρατιώτας, Σἑ??ʼῆρόν τε Περτίνακα ἑαυτὸν ὀνομάσας, ὅπερ οὐ μόνον ἤλπιζε τοῖς Ἰλλυρικοῖς εἶναι κεχαρισμένον ἀλλὰ καὶ τῷ δήμῳ τῶν Ῥωμαίων διὰ τὴν ἐκείνου μνήμην, συγκαλέσας τε αὐτοὺς ἐς τὸ πεδίον, καὶ βήματος αὐτῷ ἀρθέντος ἀνελθὼν ἔλεξε τοιάδε.

τὸ πιστὸν ὑμῶν καὶ πρός τε θεοὺς σεβάσμιον, οὓς ὄμνυτε, πρός τε βασιλέας τίμιον, οὓς αἰδεῖσθε, δεδηλώκατε δἰ ὧν ἀγανακτεῖτε ἐφ̓ οἷς οἱ κατὰ τὴν Ῥώμην στρατιῶται, πομπῆς μᾶλλον ἢ ἀνδρείας ὑπηρέται, ἐτόλμησαν. κἀμοὶ δὲ δἰ εὐχῆς ἐστί, πρότερον

p.57
μὲν οὐδ̓ ἄλλοτε ἀντιποιησαμένῳ τοιαύτης ἐλπίδος ʽἴστε γάρ μου τὸ πρὸς τοὺς βασιλεύσαντας πειθήνιον̓, νῦν δὲ ἐπὶ τέλος τε ἀγαγεῖν καὶ ἀνύσαι ταῦτα ἅπερ ὑμῖν ἐστὶ κεχαρισμένα, τήν τε Ῥωμαίων ἀρχὴν μὴ

περιιδεῖν ἐρριμμένην, ἣ πρότερον μὲν μέχρι Μάρκου σεμνοπρεπῶς διοικουμένη σεβάσμιος ἐφαίνετο, ἐς Κόμμοδον δὲ μεταπεσοῦσα, εἰ καί τινα ὑπ̓ ἐκείνου διὰ νεότητα ἐπλημμελεῖτο, ἀλλ̓ οὖν τῇ εὐγενείᾳ καὶ τῇ τοῦ πατρὸς μνήμῃ ἐπεσκιάζετο: καὶ πλέον ἦν ἐν αὐτῷ τὸ ἐλεούμενον ἐφ̓ οἷς ἐσφάλλετο ἢ τὸ μισούμενον, ἐπεὶ τὰ πλεῖστα τῶν γινομένων οὐκ ἐς ἐκεῖνον ἀνεφέρομεν, ἀλλ̓ ἐς τοὺς περὶ αὐτὸν κόλακάς τε καὶ οὐ πρεπόντων ἔργων ὁμοῦ συμβούλους τε καὶ ὑπηρέτας.

ἐπεὶ δὲ ἐς σεμνὸν πρεσβύτην, οὗ τῆς ἀνδρείας τε καὶ χρηστότητος ἔτι ταῖς ψυχαῖς ἡμῶν ἡ μνήμη ἐνέστακται, περιῆλθεν ἡ ἀρχή, οἳ δὲ οὐκ ἠνέσχοντο, ἀλλὰ τοιοῦτον ἄνδρα φόνῳ ἀπεσκευάσαντο. τὴν δὲ γῆς καὶ θαλάττης τοσαύτην ἀρχὴν ὠνησάμενός τις αἰσχρῶς πρός τε τοῦ δήμου, ὡς ἀκούετε, μεμίσηται, πρός τε τῶν ἐκεῖ στρατιωτῶν, οὓς ἐψεύσατο, οὐκέτι

πιστεύεται. ὧν, εἰ καὶ ἔμελλον ὑπὲρ αὐτοῦ παρατάξασθαι μετ̓ εὐνοίας, καὶ πλήθει σύμπαντες καὶ καθ̓ ἕνα ἕκαστον εὐανδρίᾳ προύχετε, ἀσκήσει τε πολεμικῶν ἐγγεγύμνασθε ὑμεῖς μὲν ἀεὶ βαρβάροις ἀντιταττόμενοι, καὶ φέρειν πόνους πάντας πορείας, κρύους τε καὶ θάλπους καταφρονεῖν, ποταμούς τε πηγνυμένους πατεῖν, καὶ πίνειν ὀρυττόμενον ἀλλ̓ οὐκ ἀνιμώμενον ὕδωρ εἰθισμένοι. θήραις τε ἐγγεγύμνασθε, καὶ πάντως ὑμῖν ἐς ἀνδρείαν ὑπάρχει γενναῖα ἐφόδια, ὡς μηδὲ εἰ βουληθείη τις, δύνασθαι ὑμῖν ἀντιστῆναι.

δοκίμιον δὲ στρατιωτῶν κάματος, ἀλλ̓ οὐ τρυφή, ᾗπερ ἐκεῖνοι ἐγκραιπαλῶντές τε καὶ ἐναυξηθέντες

p.58
οὐδ̓ ἂν τῆς βοῆς ὑμῶν ἀνάσχοιντο, οὔτι γε τῆς μάχης. εἰ δέ τινες τὰ κατὰ Συρίαν ὑποπτεύοιεν πράγματα, ἐντεῦθεν ἂν τεκμήραιντο ἀσθενῆ τε ὄντα καὶ φαύλας ἔχοντα τὰς ἐλπίδας, ὅπου μηδὲ προελθεῖν τῆς αὑτῶν χώρας ἐτόλμησαν, μηδέ τι περὶ τῆς ἐς Ῥώμην ἀφόδου βουλεύσασθαι ἐθάρρησαν, ἀγαπητῶς ἐκεῖ μένοντες, καὶ ἐφήμερον τρυφὴν κέρδος τῆς οὔπω βεβαίας

ἀρχῆς νομίζουσιν. ἐπὶ μὲν γὰρ τὸ χαριέντως καὶ μετὰ παιδιᾶς ἀποσκῶψαι ἐπιτήδειοι Σύροι, καὶ μάλιστα οἱ τὴν Ἀντιόχειαν οἰκοῦντες, οὕς φασι περὶ τὸν Νίγρον ἐσπουδακέναι: τὰ δ̓ ἄλλα ἔθνη καὶ αἱ ἄλλαι πόλεις μέχρι νῦν τῷ μηδένα εὑρίσκεσθαι τὸν ἄξιον τῆς ἀρχῆς ἐσόμενον, σπάνει τοῦ μετ̓ ἀνδρείας καὶ σώφρονος διοικήσεως ἄρξοντος ἐκείνῳ δῆλον

ὅτι προσποιοῦνται ὑπακούειν. εἰ δὲ τήν τε Ἰλλυρικὴν δύναμιν ἅμα χειροτονήσασαν μάθοιεν, τό τε ἡμέτερον ὄνομα πύθοιντο οὐκ ἄγνωστον οὐδ̓ ἄσημον παῤ αὐτοῖς ὑπάρχον ἐξ ὧν ἡγεμονεύσαντες ἐκεῖσε διῳκήσαμεν, εὖ ἴστε, οὔτε ἐμοῦ ῥᾳθυμίαν ἢ ἀδρανίαν καταγνώσονται, οὔτε τὸ ὑμέτερον γενναῖον καὶ πρὸς τὰς μάχας ἐμβριθὲς ὑποστῆναι αἱρήσονται, καὶ σωμάτων μεγέθεσι καὶ πόνων ἀσκήσεσι καὶ ἐν τῇ

συστάδην μάχῃ πολὺ ὑμῶν ἀπολείποντες. φθάσωμεν οὖν τὴν Ῥώμην προκαταλαβόντες, ἔνθα ἡ βασίλειος ἔστιν ἑστία: κἀκεῖθεν ὁρμώμενοι τὰ λοιπὰ εὐμαρῶς διοικήσομεν, θείαις τε προρρήσεσι πιστεύοντες καὶ τῇ τῶν ὑμετέρων ἀνδρείᾳ ὅπλων τε καὶ σωμάτων. τοιαῦτα εἰπόντα τὸν Σἑ??ʼῆρον εὐφημήσαντες οἱ στρατιῶται, καλοῦντες σεβαστὸν καὶ Περτίνακα, πᾶσαν

ἐνεδείκνυντο προθυμίαν καὶ σπουδήν. ὁ δὲ Σἑ??ʼῆρος μηδένα διδοὺς καιρὸν ἀναβολῆς, συσκευάσασθαί τε αὐτοὺς ὡς ἔνι μάλιστα εὐτελέστατα ἐκέλευσε,

p.59
τήν τε ἐς τὴν Ῥώμην ἔξοδον ἐπήγγειλε: νομάς τε αὐτοῖς διδοὺς καὶ ἐφόδια τῆς ὁδοιπορίας εἴχετο. συντόνῳ δὲ σπουδῇ καὶ γενναίοις πόνοις τὴν ὁδὸν ἐπετάχυνε, μήτε που ἐπιδιατρίβων, μήτε διδοὺς καιρὸν ἀναπαύλης, εἰ μὴ τοσοῦτον ὅσον ὀλίγον τοὺς

στρατιώτας ἀναπνεύσαντας ἔχεσθαι τῆς ὁδοῦ. ἐκοινώνει δὲ τῶν καμάτων αὐτοῖς, σκηνῇ τε χρώμενος εὐτελεῖ, καὶ σιτία καὶ ποτὰ προσφερόμενος οἷα καὶ πᾶσιν ὑπάρχειν ἠπίστατο: οὐδαμοῦ δὲ τρυφὴν ἐνεδείκνυτο βασιλικήν. ὅθεν καὶ μείζονα παρὰ τῶν στρατιωτῶν εὔνοιαν ἐπιστώσατο: οὐ γὰρ μόνον αὐτὸν συμπονοῦντα ἀλλὰ καὶ τῶν καμάτων ἄρχοντα οἱ στρατιῶται αἰδούμενοι μετὰ προθυμίας πάντα ἔπραττον.

ὃ δὲ τὴν Παιονίαν διαδραμὼν ἐπέστη τοῖς τῆς Ἰταλίας ὅροις, καὶ τὴν φήμην φθάσας πρότερον ὤφθη τοῖς ἐκεῖσε παρὼν βασιλεὺς ἢ ἀφιξόμενος ἠκούσθη. δέος τε μέγα τὰς Ἰταλιώτιδας πόλεις κατελάμβανε πυνθανομένας τοσαύτην ἔφοδον στρατοῦ. οἱ γὰρ κατὰ τὴν Ἰταλίαν ἄνθρωποι, ὅπλων καὶ πολέμων πάλαι

ἀπηλλαγμένοι, γεωργίᾳ καὶ εἰρήνῃ προσεῖχον. ἐς ὅσον μὲν γὰρ ὑπὸ δημοκρατίας τὰ Ῥωμαίων διῳκεῖτο καὶ ἡ σύγκλητος ἐξέπεμπε τοὺς τὰ πολεμικὰ στρατηγήσοντας, ἐν ὅπλοις Ἰταλιῶται πάντες ἦσαν καὶ γῆν καὶ θάλατταν ἐκτήσαντο, Ἕλλησι πολεμήσαντες καὶ βαρβάροις: οὐδέ τι ἦν γῆς μέρος ἢ κλίμα οὐρανοῦ ὅπου