Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

συνωμότας γὰρ ἐκεῖνος τῆς ἐπιβουλῆς λαβών τινας τῶν ἐξεχόντων, ἀναπείθει νεανίσκον τινά, καὶ αὐτὸν ὄντα τῆς βουλῆς, Κυιντιανὸν ὄνομα, προπετῆ δὲ καὶ θρασύν, λαβόντα ἐγχειρίδιον ὑπὸ κόλπου, καιρὸν φυλάξαντα καὶ τόπον ἐπιτήδειον ἐπιπεσεῖν τε τῷ Κομμόδῳ καὶ φονεῦσαι, τὰ λοιπὰ φήσας αὐτὸς κατορθώσεσθαι

χρημάτων ἐπιδόσει. ὃ δ̓ ὑποστὰς ἐν τῇ τοῦ ἀμφιθεάτρου εἰσόδῳ ʽζοφώδης δὲ αὕτη, διὸ καὶ λήσεσθαι ἤλπισἐ, γυμνώσας τὸ ξιφίδιον, ἐπελθών τε αἰφνιδίως τῷ Κομμόδῳ, καὶ μεγάλῃ φωνῇ προειπὼν ὑπὸ τῆς συγκλήτου αὐτῷ ἐπιπεπέμφθαι, τρῶσαι μὴ φθάσας, ἀλλ̓ ἐν ᾧ περὶ τὴν τῶν ῥημάτων προφορὰν ἠσχολεῖτο καὶ τὴν δεῖξιν τοῦ ξίφους, συλληφθεὶς ὑπὸ τῶν σωματοφυλάκων τοῦ βασιλέως, δίκην ἀνοίας ὑπέσχεν, ὃς προεῖπε τὸ βεβουλευμένον μᾶλλον ἢ

p.16
ἔδρασε, παρέσχε τε αὑτῷ μὲν προγνωσθέντι ἁλῶναι, ἐκείνῳ δὲ προμαθόντι φυλάξασθαι.

αὕτη μὲν δὴ πρώτη καὶ μεγίστη αἰτία τῷ μειρακίῳ μίσους ἐγένετο πρὸς τὴν σύγκλητον βουλήν, ἔτρωσέ τε αὐτοῦ τὴν ψυχὴν τὰ λεχθέντα, καὶ κοινοὺς ἐχθροὺς πάντας ἡγεῖτο, μεμνημένος ἀεὶ τῆς τοῦ ἐπιδραμόντος

φωνῆς. ὑπῆρξε δὲ καὶ τῷ Περεννίῳ πρόφασίς τε καὶ ὑπόθεσις αὐτάρκης: ἐκκόπτειν γὰρ ἀεὶ καὶ κολούειν αὐτῷ συνεβούλευε τοὺς ὑπερέχοντας, ὧν ἁρπάζων τὰς οὐσίας ῥᾷστα πλουσιώτατος ἐγένετο τῶν καθ̓ αὑτὸν ἀνθρώπων. γενομένης δ̓ ἐξετάσεως διὰ τοῦ Περεννίου ἀκριβεστέρας, τήν τε ἀδελφὴν ὁ Κόμμοδος διεχρήσατο καὶ πάντας ἀφειδῶς τούς τε ὄντας ἐν τῇ συνωμοσίᾳ καὶ τοὺς ἐφ̓ οἱαισδήποτε διαβληθέντας ὑποψίαις.

ὁ δὲ Περέννιος ἀποσκευασάμενος πάντας οὓς καὶ ὁ Κόμμοδος ᾐδεῖτο καὶ ὅσοι πατρῴαν αὐτῷ εὔνοιαν ἐπεδείκνυντο τῆς τε ἐκείνου σωτηρίας προμήθειαν εἶχον, ποιησάμενός τε αὑτὸν ἐπ̓ ἐξουσίαν, ἐπεβούλευε τῇ ἀρχῇ, καὶ τοῖς τε υἱοῖς ἑαυτοῦ νεανίαις οὖσιν ἐγχειρίσαι πείθει τὸν Κόμμοδον τὴν πρόνοιαν τῶν Ἰλλυρικῶν στρατευμάτων, αὐτός τε πλεῖστα χρήματα ἤθροιζεν ἐς τὸ ἐπιδόσεσι λαμπραῖς ἀποστῆσαι τὸ στρατιωτικόν. οἱ δὲ παῖδες αὐτοῦ λανθάνοντες συνεκρότουν δύναμιν, ὡς ἂν τοῦ Περεννίου κατεργασαμένου

τὸν Κόμμοδον ἐπιθεῖντο τῇ ἀρχῇ. ἐγνώσθη δ̓ ἡ ἐπιβουλὴ παραδόξῳ τρόπῳ. ἱερὸν ἀγῶνα τελοῦσι Ῥωμαῖοι Διὶ Καπετωλίῳ, θεάματά τε σοφίας καὶ ἰσχύος πάντα ἀθροίζεται ὡς ἐς βασιλίδα πόλιν πανηγυρίζουσαν. θεατὴς δὲ καὶ ἀθλοθέτης σὺν τοῖς λοιποῖς ἱερεῦσιν,

οὓς ἐκ περιόδων χρόνου ἡ τάξις καλεῖ, ὁ βασιλεὺς γίνεται. κατελθόντος δὴ τοῦ Κομμόδου ἐπὶ τὴν ἀκρόασιν

p.17
τῶν ἐνδόξων ἀγωνιστῶν, καὶ αὐτοῦ μὲν προκαθίσαντος ἐν τῇ βασιλείῳ ἕδρᾳ, πληρωθέντος δὲ τοῦ θεάτρου μετὰ πάσης εὐκοσμίας, τῶν τε ἐν ἀξιώσεσιν ἐν ἐξαιρέτοις ἕδραις καὶ ὡς ἑκάστοις διετέτακτο ἱδρυμένων, πρίν τι λέγεσθαι ἢ πράττεσθαι ἐπὶ τῆς σκηνῆς ἀνὴρ φιλοσόφου φέρων σχῆμα ʽβάκτρον γὰρ ἦν αὐτῷ μετὰ χεῖρας, ἡμιγύμνῳ τε αὐτῷ ἐκκρεμὴς πήρἀ εἰσδραμών, καὶ στὰς ἐν μέσῃ τῇ σκηνῇ, τῷ τε τῆς χειρὸς