Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

εἰκότως ἂν οὖν ταῦτα λογιζόμενοι στέργοιτε οὐ δοθέντα ὑμῖν ἀλλὰ γεννηθέντα αὐτοκράτορα. ὁ μὲν γὰρ πατὴρ ἐς οὐρανὸν ἀναπτὰς ὀπαδὸς ἤδη καὶ σύνεδρός ἐστι θεῶν: ἡμῖν δὲ χρὴ μέλειν τῶν ἐν ἀνθρώποις καὶ τὰ ἐπὶ γῆς διοικεῖν. κατορθοῦν δὲ αὐτὰ καὶ βεβαιοῦν ὑμέτερον ἔργον, εἰ τά τε τοῦ πολέμου λείψανα μετὰ πάσης ἀνδρείας ἀπαλείψαιτε καὶ τὴν

Ῥωμαίων ἀρχὴν μέχρις ὠκεανοῦ προαγάγοιτε. ὑμῖν τε γὰρ ταῦτα δόξαν οἴσει, καὶ τὴν τοῦ κοινοῦ πατρὸς μνήμην χάρισιν ἀξίαις οὕτως ἀμείψεσθε, ὃν ἐπακούειν τε τῶν λεγομένων καὶ τὰ πραττόμενα ἐφορᾶν ἡγεῖσθε. εὐδαιμονοίημεν δ̓ ἂν τὰ δέοντα πράττοντες ὑπὸ

p.10
τοιούτῳ μάρτυρι. καὶ τὰ μὲν πρότερον ὑμῖν ἀνδρείως κατορθωθέντα ἐς τὴν ἐκείνου σοφίαν τε καὶ στρατηγίαν τὴν ἀναφορὰν ἔχει: ὅσα δ̓ ἂν σὺν ἐμοὶ βασιλεῖ νέῳ προθύμως ἐπιδείξησθε, τούτων τὴν δόξαν πίστεώς

τε ἀγαθῆς καὶ ἀνδρείας ἀποίσεσθε. τό τε ἐν ἡμῖν νέον σεμνότητος πληρώσετε τῇ τῶν ὑμετέρων ἔργων ἀνδραγαθίᾳ. τὸ βάρβαρον δὲ ἐν ἀρχῇ νέας ἡγεμονίας κολασθὲν οὔτε ἐς τὸ παρὸν καταθαρσήσει τῆς ἡλικίας καταφρονῆσαν, τά τε μέλλοντα φοβήσεται δέει τῶν πεπειραμένων. τοσαῦτα ὁ Κόμμοδος εἰπών, καὶ μεγαλόφροσι δωρεαῖς χρημάτων οἰκειωσάμενος τὸ στρατιωτικόν, ἐς τὴν βασίλειον ἐπανῆλθεν αὐλήν.

ὀλίγου μὲν οὖν τινὸς χρόνου πάντα ἐπράττετο τῇ γνώμῃ τῶν πατρῴων φίλων, οἳ πανημέριοι συνῆσαν αὐτῷ τὰ βέλτιστα συμβουλεύοντες, καὶ τοσοῦτον ἐνδιδόντες χρόνον ὅσον ἐνόμιζον αὐτάρκη πρὸς σώφρονα τοῦ σώματος ἐπιμέλειαν. παρεισδύντες δέ τινες τῶν ἐπὶ τῆς αὐλῆς οἰκετῶν διαφθείρειν ἐπειρῶντο νέον ἦθος βασιλέως, ὅσοι τε κόλακες τραπέζης, καὶ τὸ εὔδαιμον γαστρὶ καὶ τοῖς αἰσχίστοις μετροῦσιν, ὑπομιμνήσκοντες αὐτὸν τῆς ἐν Ῥώμῃ τρυφῆς, θεάματά τε καὶ ἀκούσματα τερπνὰ διηγούμενοι, τήν τε τῶν ἐπιτηδείων δαψίλειαν καταριθμοῦντες, διαβάλλοντές τε πᾶσαν τὴν ἐπὶ ταῖς ὄχθαις τοῦ Ἴστρου ὥραν, μήτε ὀπώρας εὔφορον κρυεράν τε ἀεὶ καὶ συννεφῆ.

οὐ παύσῃ δὲ ἔλεγον, ὦ δέσποτα, πηγνύμενόν τε καὶ ὀρυττόμενον πίνων ὕδωρ; ἄλλοι δὲ ἀπολαύσουσι πηγῶν τε θερμῶν καὶ ψυχροῦ νάματος ἀτμίδων τε καὶ ἀέρων ὧν Ἰταλία μόνη εὔφορος; τοιαῦτα δή τινα τῷ μειρακίῳ ὑποτυπούμενοι ἤγειρον αὐτοῦ τὰς

ὀρέξεις ἐς τὴν ἡδονῶν ἐπιθυμίαν. αἰφνιδίως δὲ καλέσας

p.11
τοὺς φίλους ποθεῖν ἔλεγε τὴν πατρίδα: ὁμολογεῖν δὲ τὰς αἰτίας τῆς αἰφνιδίου ὁρμῆς αἰδούμενος, δεδιέναι προσεποιεῖτο μή τις ἐκεῖσε προκαταλάβοι τὴν βασίλειον ἑστίαν τῶν εὐπατριδῶν πλουσίων, εἶθ̓ ὥσπερ ἐξ ὀχυρᾶς ἀκροπόλεως δύναμιν καὶ περιβολὴν συγκροτήσας ἐπιθῆται τῇ ἀρχῇ: αὐτάρκης δὲ ὁ δῆμος χορηγῆσαι πλῆθος ἐπιλέκτων νεανιῶν.