Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, ἐν ὅσαις περὶ τὴν κηδείαν τοῦ πατρὸς τὸν υἱὸν ἀπησχόλουν, ἔδοξε τοῖς φίλοις προαγαγεῖν τὸ μειράκιον ἐς τὸ στρατόπεδον, ὡς ἂν διαλεχθείη τε τοῖς στρατιώταις, καὶ χρήματα δωρησάμενος, ὡς ἔθος ἐστὶ τοῖς βασιλείαν διαδεχομένοις, μεγαλόφρονι ἐπιδόσει οἰκειώσηται τὸ
στράτευμα. παρηγγέλθη τε δὴ πᾶσιν ἐλθεῖν ἐς τὸ εἰωθὸς πεδίον αὐτοὺς ὑποδέχεσθαι. προελθὼν δὲ ὁ Κόμμοδος τάς τε βασιλείους θυσίας ἐπετέλει, καὶ βήματος αὐτῷ ἐς ὕψος ἀρθέντος ἐν μέσῳ τῷ στρατοπέδῳ ἀνελθὼν ἐπ̓ αὐτό, καὶ περιστησάμενος τοὺς πατρῴους φίλους ʽπολλοὶ δὲ καὶ λόγιοι παρῆσαν αὐτᾦ, ἔλεξε τοιάδε.
κοινὴν εἶναί μοι πρὸς ὑμᾶς τὴν ἐπὶ τοῖς καταλαβοῦσιν ἀλγηδόνα, καὶ μηδέν τι ἧττον ὑμᾶς ἐμοῦ δυσφορεῖν, ἐμαυτὸν ἀκριβῶς πέπεικα. οὐδὲ γὰρ περιόντος μοι τοῦ πατρὸς πλεονεκτεῖν ὑμῶν ἠξίουν. ἐκεῖνος γὰρ πάντας ἡμᾶς ὡς ἕνα ἠγάπα. ἔχαιρε γοῦν μᾶλλον συστρατιώτην με ἢ υἱὸν καλῶν: τὴν μὲν γὰρ προσηγορίαν ἡγεῖτο φύσεως, τὴν δ̓ ἀρετῆς κοινωνίαν. φέρων τέ με πολλάκις ἔτι νήπιον ὄντα ταῖς ὑμετέραις
ἐνεχείρισε πίστεσι. διόπερ καὶ ῥᾷστα πάσης εὐνοίας μεθέξειν πρὸς ὑμῶν ἤλπικα, τῶν μὲν πρεσβυτέρων τροφεῖά μοι ταῦτα ὀφειλόντων, τοὺς δ̓ ἡλικιώτας εἰκότως ἂν καὶ συμφοιτητὰς τῶν ἐν ὅπλοις ἔργων ἀποκαλοίην: πάντας γὰρ ἡμᾶς ὡς ἕνα ὁ πατὴρ
ἐφίλει τε καὶ πᾶσαν ἀρετὴν ἐπαίδευεν. ἔδωκε δὲ μετ̓ ἐκεῖνον ἐμὲ βασιλέα ἡ τύχη, οὐκ ἐπείσακτον, ὥσπερ οἱ πρὸ ἐμοῦ προσκτήτῳ σεμνυνόμενοι ἀρχῇ, ἀλλὰ μόνος τε ὑμῖν ἐγὼ ἐν τοῖς βασιλείοις ἀπεκυήθην, καὶ μὴ πειραθέντα με ἰδιωτικῶν σπαργάνων ἅμα τῷ τῆς γαστρὸς προελθεῖν ἡ βασίλειος ἐδέξατο πορφύρα, ὁμοῦ δέ με εἶδεν ἥλιος ἄνθρωπον καὶ βασιλέα.
εἰκότως ἂν οὖν ταῦτα λογιζόμενοι στέργοιτε οὐ δοθέντα ὑμῖν ἀλλὰ γεννηθέντα αὐτοκράτορα. ὁ μὲν γὰρ πατὴρ ἐς οὐρανὸν ἀναπτὰς ὀπαδὸς ἤδη καὶ σύνεδρός ἐστι θεῶν: ἡμῖν δὲ χρὴ μέλειν τῶν ἐν ἀνθρώποις καὶ τὰ ἐπὶ γῆς διοικεῖν. κατορθοῦν δὲ αὐτὰ καὶ βεβαιοῦν ὑμέτερον ἔργον, εἰ τά τε τοῦ πολέμου λείψανα μετὰ πάσης ἀνδρείας ἀπαλείψαιτε καὶ τὴν