Ab excessu divi Marci

Herodian

Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.

ὕβρει ἐπὶ τοῦτο ἀχθῶσι. χαλεπὸν δὲ μετριάσαι τε καὶ ὅρον ἐπιθεῖναι ἐπιθυμίαις ὑπηρετούσης ἐξουσίας. τοιαῦτα δὴ συμβουλεύοντες αὐτῷ, καὶ ὧν ἀκούει παρὼν ὑπομιμνήσκοντες, ὑμῖν τε αὐτοῖς καὶ πᾶσιν ἄριστον ἀποδείξετε βασιλέα, τῇ τε ἐμῇ μνήμῃ χαριεῖσθε

p.8
τὰ μέγιστα, οὕτω τε μόνως ἀίδιον αὐτὴν ποιῆσαι δυνήσεσθε.

τοσαῦτα εἰπόντα τὸν Μάρκον ἐπιπεσοῦσα λιποθυμία κατεσίγασεν: ὑπὸ δὲ ἀσθενείας τε καὶ ἀθυμίας αὖθις ὑπτίαζεν. οἶκτος δὲ πάντας ἐλάμβανε τοὺς παρόντας, ὡς μηδὲ κατασχόντας αὑτῶν τινὰς ἐς οἰμωγὴν ἀναβοῆσαι. ὃ μὲν οὖν νυκτός τε καὶ ἡμέρας ἐπιβιώσας μιᾶς ἀνεπαύσατο, πόθον τε τοῖς καθ̓ αὑτὸν ἀνθρώποις ἐγκαταλιπὼν ἀρετῆς τε ἀίδιον μνήμην ἐς τὸν ἐσόμενον

αἰῶνα. τελευτήσαντος δὲ Μάρκου, ἐπειδὴ διεφοίτησεν ἡ φήμη, πᾶν τε τὸ παρὸν στρατιωτικὸν καὶ τὸ δημῶδες πλῆθος ὁμοίως πένθει κατείχετο, οὐδέ τις ἦν ἀνθρώπων τῶν ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν ὃς ἀδακρυτὶ τοιαύτην ἀγγελίαν ἐδέχετο: πάντες δ̓ ὥσπερ ἐκ μιᾶς φωνῆς, οἳ μὲν πατέρα χρηστόν, οἳ δ̓ ἀγαθὸν βασιλέα, γενναῖον δὲ ἕτεροι στρατηγόν, οἳ δὲ σώφρονα καὶ κόσμιον ἄρχοντα ἀνεκάλουν, καὶ οὐδεὶς ἐψεύδετο.

ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, ἐν ὅσαις περὶ τὴν κηδείαν τοῦ πατρὸς τὸν υἱὸν ἀπησχόλουν, ἔδοξε τοῖς φίλοις προαγαγεῖν τὸ μειράκιον ἐς τὸ στρατόπεδον, ὡς ἂν διαλεχθείη τε τοῖς στρατιώταις, καὶ χρήματα δωρησάμενος, ὡς ἔθος ἐστὶ τοῖς βασιλείαν διαδεχομένοις, μεγαλόφρονι ἐπιδόσει οἰκειώσηται τὸ

στράτευμα. παρηγγέλθη τε δὴ πᾶσιν ἐλθεῖν ἐς τὸ εἰωθὸς πεδίον αὐτοὺς ὑποδέχεσθαι. προελθὼν δὲ ὁ Κόμμοδος τάς τε βασιλείους θυσίας ἐπετέλει, καὶ βήματος αὐτῷ ἐς ὕψος ἀρθέντος ἐν μέσῳ τῷ στρατοπέδῳ ἀνελθὼν ἐπ̓ αὐτό, καὶ περιστησάμενος τοὺς πατρῴους φίλους ʽπολλοὶ δὲ καὶ λόγιοι παρῆσαν αὐτᾦ, ἔλεξε τοιάδε.

p.9