Ab excessu divi Marci
Herodian
Herodian. Ab excessu divi Marci. Bekker, Immanuel, editor. Leipzig: Teubner, 1855.
καὶ τὸν Κλέανδρον ἐς θάνατον ᾔτουν. ταραχῆς δὲ οὔσης περὶ τὸ προάστειον, τοῦ τε Κομμόδου ἐν τοῖς ἀνακεχωρηκόσι τόποις ἡδοναῖς σχολάζοντος, ἀγνοοῦντός τε τὰ θρυλούμενα, ἐπείπερ ὁ Κλέανδρος ἀγγέλλεσθαί τι τῶν πραττομένων ἐκώλυεν αὐτῷ, αἰφνιδίως, οὐ προσδοκῶντος τοῦ δήμου, ἐπιφαίνονται ὡπλισμένοι κελεύσαντος τοῦ Κλεάνδρου πάντες οἱ βασίλειοι ἱππεῖς, τούς τε ἐντυγχάνοντας ἔβαλλον καὶ
ἐτίτρωσκον. ὁ δὲ δῆμος οὐδὲ ἀντιστῆναι οἷός τε ἦν, ἄνοπλοι πρὸς ὡπλισμένους καὶ πεζοὶ πρὸς ἱππεῖς: τροπῆς δὲ γενομένης ἔφυγον ἐς τὴν πόλιν. ἐφθείρετο δὲ ὁ δῆμος οὐ μόνον βαλλόμενος ὑπὸ τῶν στρατιωτῶν οὐδὲ πατούμενος ὑπὸ τῶν ἵππων, ἀλλ̓ ὑπό τε πλήθους ὠθούμενοι καὶ ὑπὸ τῶν ἱππέων ἐπ̓ ἀλλήλους
πίπτοντες πολλοὶ ἀπώλοντο. μέχρι μὲν οὖν τῶν τῆς Ῥώμης πυλῶν ἀκωλύτως οἱ ἱππεῖς διώκοντες τοὺς ἐμπίπτοντας ἀφειδῶς ἀνῄρουν: ἐπεὶ δὲ οἱ ἐν τῇ πόλει μείναντες, αἰσθόμενοι τὸ κατειληφὸς πάθος, ἀποκλείσαντες τὰς τῶν οἰκιῶν εἰσόδους ἔς τε τὰ δωμάτια ἀναβάντες λίθοις καὶ κεράμοις ἔβαλλον τοὺς ἱππεῖς, οἳ δὲ ἔπασχον ἅπερ δεδράκεσαν, οὐδενὸς μὲν αὐτοῖς συστάδην μαχομένου, τοῦ δὲ πλήθους ἐξ ἀσφαλοῦς ἤδη βάλλοντος αὐτούς. τιτρωσκόμενοι τοίνυν καὶ μὴ φέροντες ἐς φυγὴν ἐτράπησαν, πολλοὶ δὲ αὐτῶν διεφθείροντο:
ὑπό τε τῆς τῶν λίθων συνεχοῦς βολῆς οἱ ἵπποι, κυλινδουμένοις τοῖς λίθοις ἐπιβαίνοντες, ὠλίσθαινον καὶ τοὺς ἐπιβάτας ἀπωθοῦντο. πολλῶν δὲ ἑκατέρωθεν πιπτόντων ἐπεβοήθουν τῷ δήμῳ καὶ οἱ
τῆς πόλεως πεζοὶ στρατιῶται μίσει τῶν ἱππέων. ὄντος δὲ πολέμου ἐμφυλίου ἄλλος μὲν οὐδεὶς ἀγγεῖλαι τὰ πραττόμενα τῷ Κομμόδῳ ἐβούλετο δέει τῆς Κλεάνδρου ἐξουσίας: ἡ δὲ πρεσβυτάτη τῶν Κομμόδου ἀδελφῶν ʽΦαδίλλα ἦν ὄνομα αὐτᾖ εἰσδραμοῦσα πρὸς τὸν βασιλέα ʽῥᾳδία δὲ ἡ εἴσοδος αὐτῇ καὶ ἀκώλυτος ἅτε ἀδελφᾖ, λυσαμένη τὰς τρίχας ῥίψασά τε ἐς τὴν γῆν