Against Olympiodorus

Demosthenes

Demosthenis. Orationes. Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.

δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες δικασταί, ἀκούσαντας ἀμφοτέρων ἡμῶν καὶ αὐτοὺς δοκιμαστὰς τοῦ πράγματος γενομένους μάλιστα μὲν διαλλάξαντας ἀποπέμψαι καὶ εὐεργέτας ἡμῶν ἀμφοτέρων ὑμᾶς γενέσθαι, ἐὰν δʼ ἄρα μὴ ἐπιτυγχάνητε τούτου, ἐκ τῶν ὑπολοίπων τῷ τὰ δίκαια λέγοντι, τούτῳ τὴν ψῆφον ὑμᾶς προσθέσθαι. πρῶτον μὲν οὖν μαρτυρίας ἀναγνώσεται ὅτι οὐκ ἐγὼ αἴτιός εἰμι τοῦ εἰς τὸ δικαστήριον εἰσιέναι, ἀλλʼ οὗτος αὐτός. λέγε τὰς μαρτυρίας.

ΜΑΡΤΥΡΙΑΙ.

ὅτι μὲν οὖν, ὦ ἄνδρες δικασταί, καὶ μέτρια καὶ προσήκοντα προὐκαλούμην Ὀλυμπιόδωρον, μεμαρτύρηται ὑπὸ τῶν παραγενομένων. οὐκ ἐθέλοντος δὲ τούτου οὐδʼ ὁτιοῦν ποιεῖν τῶν δικαίων, ἀναγκαῖόν ἐστιν πρὸς ὑμᾶς λέγειν περὶ ὧν ἀδικοῦμαι ὑπὸ Ὀλυμπιοδώρου. ἔστιν δὲ βραχὺς ὁ λόγος.