Against Boeotus II
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
συγχωρηθέντων δὲ τούτων—τί ἂν ὑμῖν μακρολογοίην; ὡς γὰρ πρὸς τὸν διαιτητὴν ἀπήντησεν, παραβᾶσα πάντα τὰ ὡμολογημένα ἡ Πλαγγὼν δέχεταί τε τὴν πρόκλησιν καὶ ὄμνυσιν ἐν τῷ Δελφινίῳ ἄλλον ὅρκον ἐναντίον τῷ προτέρῳ, ὡς καὶ ὑμῶν οἱ πολλοὶ ἴσασιν· περιβόητος γὰρ ἡ πρᾶξις ἐγένετο. καὶ οὕτως ὁ πατήρ μου διὰ τὴν ἑαυτοῦ πρόκλησιν ἀναγκασθεὶς ἐμμεῖναι τῇ διαίτῃ, ἐπὶ μὲν τοῖς γεγενημένοις ἠγανάκτει καὶ βαρέως ἔφερεν, καὶ εἰς τὴν οἰκίαν οὐδʼ ὣς εἰσδέξασθαι τούτους ἠξίωσεν, εἰς δὲ τοὺς φράτερας ἠναγκάσθη εἰσαγαγεῖν. καὶ τοῦτον μὲν ἐνέγραψε Βοιωτόν, τὸν δʼ ἕτερον Πάμφιλον.