Against Onetor I

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.

ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ τεκμηρίῳ μεγάλῳ γνῶναι ῥᾴδιον, ὅτι τῇ ἀληθείᾳ συνῴκει καὶ οὐδέπω καὶ τήμερον ἀπολέλοιπεν. αὕτη γὰρ ἡ γυνή, πρὶν μὲν ὡς Ἄφοβον ἐλθεῖν, μίαν ἡμέραν οὐκ ἐχήρευσεν, ἀλλὰ παρὰ ζῶντος Τιμοκράτους ἐκείνῳ συνῴκησεν, νῦν δʼ ἐν τρισὶν ἔτεσιν ἄλλῳ συνοικοῦσʼ οὐδενὶ φαίνεται. καίτοι τῷ πιστόν, ὡς τότε μέν, ἵνα μὴ χηρεύσειεν, παρʼ ἀνδρὸς ὡς ἄνδρʼ ἐβάδιζεν, νῦν δʼ, εἴπερ ὡς ἀληθῶς ἀπολέλοιπεν, τοσοῦτον ἂν χρόνον χηρεύουσʼ ἠνείχετʼ ἐξὸν ἄλλῳ συνοικεῖν, τοῦ τʼ ἀδελφοῦ κεκτημένου τοσαύτην οὐσίαν, αὐτή τε ταύτην ἔχουσα τὴν ἡλικίαν;