Philippic 1

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

ὑμεῖς δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πλείστην δύναμιν ἁπάντων ἔχοντες, τριήρεις, ὁπλίτας, ἱππέας, χρημάτων πρόσοδον, τούτων μὲν μέχρι τῆς τήμερον ἡμέρας οὐδενὶ πώποτʼ εἰς δέον τι κέχρησθε, οὐδὲν δʼ ἀπολείπετε, ὥσπερ οἱ βάρβαροι πυκτεύουσιν, οὕτω πολεμεῖν Φιλίππῳ. καὶ γὰρ ἐκείνων ὁ πληγεὶς ἀεὶ τῆς πληγῆς ἔχεται, κἂν ἑτέρωσε πατάξῃ τις, ἐκεῖσʼ εἰσὶν αἱ χεῖρες· προβάλλεσθαι δʼ ἢ βλέπειν ἐναντίον οὔτʼ οἶδεν οὔτʼ ἐθέλει.

καὶ ὑμεῖς, ἂν ἐν Χερρονήσῳ πύθησθε Φίλιππον, ἐκεῖσε βοηθεῖν ψηφίζεσθε, ἂν ἐν Πύλαις, ἐκεῖσε, ἂν ἄλλοθί που, συμπαραθεῖτʼ ἄνω κάτω, καὶ στρατηγεῖσθʼ ὑπʼ ἐκείνου, βεβούλευσθε δʼ οὐδὲν αὐτοὶ συμφέρον περὶ τοῦ πολέμου, οὐδὲ πρὸ τῶν πραγμάτων προορᾶτʼ οὐδέν, πρὶν ἂν ἢ γεγενημένον ἢ γιγνόμενόν τι πύθησθε. ταῦτα δʼ ἴσως πρότερον μὲν ἐνῆν· νῦν δʼ ἐπʼ αὐτὴν ἥκει τὴν ἀκμήν, ὥστʼ οὐκέτʼ ἐγχωρεῖ.