Philippic 1
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
καὶ τροφὴν ταύτῃ πορίσαι κελεύω. ἔσται δʼ αὕτη τίς ἡ δύναμις καὶ πόση, καὶ πόθεν τὴν τροφὴν ἕξει, καὶ πῶς ταῦτʼ ἐθελήσει ποιεῖν; ἐγὼ φράσω, καθʼ ἕκαστον τούτων διεξιὼν χωρίς. ξένους μὲν λέγω—καὶ ὅπως μὴ ποιήσεθʼ ὃ πολλάκις ὑμᾶς ἔβλαψεν· πάντʼ ἐλάττω νομίζοντες εἶναι τοῦ δέοντος, καὶ τὰ μέγιστʼ ἐν τοῖς ψηφίσμασιν αἱρούμενοι, ἐπὶ τῷ πράττειν οὐδὲ τὰ μικρὰ ποιεῖτε· ἀλλὰ τὰ μικρὰ ποιήσαντες καὶ πορίσαντες τούτοις προστίθετε, ἂν ἐλάττω φαίνηται.
λέγω δὴ τοὺς πάντας στρατιώτας δισχιλίους, τούτων δʼ Ἀθηναίους φημὶ δεῖν εἶναι πεντακοσίους, ἐξ ἧς ἄν τινος ὑμῖν ἡλικίας καλῶς ἔχειν δοκῇ, χρόνον τακτὸν στρατευομένους, μὴ μακρὸν τοῦτον, ἀλλʼ ὅσον ἂν δοκῇ καλῶς ἔχειν, ἐκ διαδοχῆς ἀλλήλοις· τοὺς δʼ ἄλλους ξένους εἶναι κελεύω. καὶ μετὰ τούτων ἱππέας διακοσίους, καὶ τούτων πεντήκοντʼ Ἀθηναίους τοὐλάχιστον, ὥσπερ τοὺς πεζούς, τὸν αὐτὸν τρόπον στρατευομένους· καὶ ἱππαγωγοὺς τούτοις.