Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ὅς μιν ἔδωκʼ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν
  2. αὐτοκασιγνήτῳ· ὃ δʼ ὑπὸ ζόφον ἠερόεντα
  3. ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
  4. ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ
  5. μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς
  6. γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς,
  7. αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν
  8. ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη,
  9. τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.
  10. ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς
  11. ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστʼ οἰωνοί.
  12. Τὴν δʼ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν·
  13. χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι
  14. νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον
  15. ᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα