Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ὅς μιν ἔδωκʼ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν
- αὐτοκασιγνήτῳ· ὃ δʼ ὑπὸ ζόφον ἠερόεντα
- ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
- ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ
- μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς
- γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς,
- αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν
- ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη,
- τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.
- ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς
- ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστʼ οἰωνοί.
- Τὴν δʼ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν·
- χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι
- νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον
- ᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα
- εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν
- εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν,
- πρίν γʼ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα,
- ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
- ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ,
- Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται,
- ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης,
- γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο
- εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης,
- οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων
- παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.
- τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες
- ἐρχόμεναι μεθʼ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν
- κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
- τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,
- Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσα
- Καλλιθόη θʼ, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν·
- οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
- ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων·
- τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;
- τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι
- πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα
- τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,
- αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.