Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων.
  2. ὣς φάτο· τὴν δʼ Ὑπεριονίδης ἠμείβετο μύθῳ·
  3. Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα,
  4. εἰδήσεις· δὴ γὰρ μέγα σʼ ἅζομαι ἠδʼ ἐλεαίρω
  5. ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλος
  6. αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς,
  7. ὅς μιν ἔδωκʼ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν
  8. αὐτοκασιγνήτῳ· ὃ δʼ ὑπὸ ζόφον ἠερόεντα
  9. ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
  10. ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ
  11. μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς
  12. γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς,
  13. αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν
  14. ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη,
  15. τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.
  16. ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς
  17. ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστʼ οἰωνοί.
  18. Τὴν δʼ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν·