Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. τῆς ἀδινὴν ὄπʼ ἄκουσα διʼ αἰθέρος ἀτρυγέτοιο
  2. ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.
  3. ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον
  4. αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι,
  5. νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας,
  6. ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ
  7. οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων.
  8. ὣς φάτο· τὴν δʼ Ὑπεριονίδης ἠμείβετο μύθῳ·
  9. Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα,
  10. εἰδήσεις· δὴ γὰρ μέγα σʼ ἅζομαι ἠδʼ ἐλεαίρω
  11. ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλος
  12. αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς,
  13. ὅς μιν ἔδωκʼ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν
  14. αὐτοκασιγνήτῳ· ὃ δʼ ὑπὸ ζόφον ἠερόεντα
  15. ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
  16. ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ
  17. μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς
  18. γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς,
  19. αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν
  20. ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη,
  21. τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.
  22. ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς
  23. ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστʼ οἰωνοί.
  24. Τὴν δʼ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν·
  25. χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι
  26. νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον
  27. ᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα
  28. εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν
  29. εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν,
  30. πρίν γʼ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα,
  31. ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
  32. ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ,
  33. Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται,